Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
adormidera | mēkōn hēmeros μήκων ἥμερος |
Papaver somniferum L. |
4.64 |
fol. fol.
φλϚ (536)
Texto provisional
<περὶ ἑτέρας μήκωνος· μ>ήκων [ἥμερος· οἱ δὲ χαμαισύκη, οἱ δὲ μήκων ῥοιάς, οἱ δὲ ὀξύτονον [1], Ῥωμαῖοι
παπάβερ, Αἰγύπτιοι ναντί. μήκων ἄγριος· οἱ δὲ μήκων μέλας, Ῥωμαῖοι παπάβερ νίγρουμ.] ἡ μέν τίς ἐστιν ἥμερος καὶ κηπευτή, ἧς τὸ σπέρμα ἀρτοποιεῖται εἰς τὴν ἐν ὑγιείᾳ χρῆσιν· καὶ σὺν μέλιτι δὲ ἀντὶ σησάμης αὐτῷ χρῶνται· καλεῖται δὲ θυλακῖτις, ἐπίμηκες ἔχουσα τὸ κεφάλιον καὶ τὸ σπέρμα λευκόν. ἡ δέ τις ἀγρία, ἐγκαθημένην ἔχουσα τὴν κωδύαν, σπέρμα μέλαν, ἣ δὴ καὶ πιθῖτις ὀνομάζεται, ὑπ᾽ ἐνίων δὲ ῥοιὰς καὶ αὐτὴ διὰ τὸ ῥεῖν ἐξ αὐτῆς τὸν ὀπόν. τρίτη δὲ ἀγριωτέρα καὶ μικροτέρα καὶ φαρμακωδεστέρα τούτων, ἔχουσα τὴν κωδύαν ἐπιμήκη. {2} κοινὴ δὲ αὐτῶν δύναμις ψυκτική, ὅθεν τὰ φύλλα καὶ αἱ κωδύαι καθεψηθεῖσαι ἐν ὕδατι καὶ προσαντλούμεναι ὑπνοποιοῦσι· καὶ πίνεται δὲ πρὸς ἀγρυπνίαν τὸ ἀφέψημα, καὶ εἰς καταπλάσματα δὲ λεῖαι αἱ κωδύαι μετὰ ἀλφίτου πρὸς φλεγμονὰς καὶ ἐρυσιπέλατα μειγνύμεναι ἁρμόζουσι. δεῖ δὲ κόπτοντας αὐτὰς χλωρὰς ἀναπλάττειν εἰς τροχίσκους καὶ ξηραίνοντας ἀποτίθεσθαι καὶ οὕτως χρῆσθαι. καθ᾽ ἑαυτὰς δὲ ἑψηθεῖσαι αἱ κωδύαι ἐν ὕδατι ἄχρι ἡμίσους, εἶτα σὺν μέλιτι πάλιν ἑψηθεῖσαι, μέχρι ἂν συστραφῇ τὸ ὑγρόν, ποιοῦσι φάρμακον ἐκλεικτὸν ἀνώδυνον πρὸς βῆχας καὶ ῥευματισμοὺς ἀρτηρίας καὶ κοιλιακὰς διαθέσεις· {3} ἐνεργέστερον δὲ γίνεται μιγέντων αὐτῷ ὑποκιστίδος χυλοῦ καὶ ἀκακίας. τὸ δὲ σπέρμα τῆς μελαίνης μήκωνος λεῖον ποτίζεται σὺν οἴνῳ πρὸς ῥεῦμα κοιλίας καὶ γυναικεῖον ῥοῦν· καταπλάσσεται δὲ ἐπὶ τῶν ἀγρυπνούντων μετὰ ὕδατος ἐπὶ τοῦ μετώπου καὶ τῶν κροτάφων. ὁ δὲ ὀπὸς καὶ αὐτὸς ψύχων ἐπὶ πλέον καὶ παχύνων καὶ ξηραίνων λημφθεὶς βραχὺς ὅσον ὄροβος ἀνώδυνός ἐστι καὶ ὑπνοποιὸς καὶ πεπτικός, βοηθῶν βηξὶ καὶ κοιλιακαῖς διαθέσεσι· πλείων δὲ ποθεὶς βαπτίζει <ὕπνῳ> ληθαργωδῶς καὶ ἀναιρεῖ. {4} ποιεῖ δὲ καὶ κεφαλαλγίαις σὺν ῥοδίνῳ ἐμβρεχόμενος, ὠταλγοῦσι δὲ σὺν ἀμυγδαλίνῳ καὶ κρόκῳ καὶ σμύρνῃ ἐγχεόμενος, ἐπὶ δὲ φλεγμονῆς ὀφθαλμῶν σὺν λεκίθῳ ὠοῦ ὀπτῇ καὶ κρόκῳ, πρὸς ἐρυσιπέλατα δὲ καὶ τραύματα σὺν ὄξει, ποδάγραις τε σὺν γάλακτι γυναικείῳ καὶ κρόκῳ· προστεθεὶς δὲ δακτυλίῳ ἀντὶ βαλανίου ὕπνον ποιεῖ. {5} κράτιστος δέ ἐστιν ὀπὸς ὁ πυκνὸς καὶ βαρὺς ἔν τε τῇ ὀσμῇ καρωτικός, πικρὸς ἐν τῇ γεύσει, εὐχερῶς διειμένος ὕδατι, λεῖος, λευκός, οὐ τραχὺς οὐδὲ θρομβοειδὴς οὐδὲ συστρεφόμενος ἐν τῷ διΐεσθαι ὡς ὁ κηρός, ἔν τε τῷ ἡλίῳ τεθεὶς δια-
fol. fol.
χεόμενος καὶ πρὸς λύχνον ἐξαπτόμενος οὐ ζοφώδει φλογί, φυλάσσων τε μετὰ τὸ σβεσθῆναι τὴν ἐν τῇ ὀσμῇ δύναμιν. δολοῦσι δὲ αὐτὸν γλαύκιον μειγνύντες ἢ κόμμι ἢ θρίδακος ἀγρίας χυλόν· ἔστι δὲ ὁ μὲν ἐκ τοῦ γλαυκίου κροκίζων ἐν τῇ ἀνέσει, ὁ δὲ ἐκ τῆς θρίδακος ἐξίτηλος τὴν ὀσμὴν καὶ τραχύτερος, ὁ δὲ ἐκ τοῦ κόμμεως ἄτονος καὶ διαυγής. {6} ἔνιοι δὲ εἰς τοσοῦτον ἀπονοίας παραγίνονται ὡς καὶ στέαρ μειγνύναι αὐτῷ. φώγνυται δὲ εἰς τὰ ὀφθαλμικὰ ἐπ᾽ ὀστράκου καινοῦ, ἕως ἂν μαλακὸς καὶ κιρρότερος φανῇ. Ἐρα σίστρατον μέντοι Διαγόρας φησὶν ἀποδοκιμάζειν αὐτοῦ τὴν χρῆσιν ἐπί τε ὠταλγίας καὶ ὀφθαλμιώντων διὰ τὸ ἀμβλυωπῆ εἶναι καὶ καρωτικόν. Ἀνδρέας δέ φησιν ὅτι, εἰ μὴ ἐδολοῦτο, ἐτυφλοῦντο ἂν οἱ ἐγχριόμενοι ὑπ᾽ αὐτοῦ, Μνησίδημος δὲ μόνην αὐτοῦ εἶναι χρῆσιν τὴν κατὰ ὄσφρησιν εἰς ὕπνον ἁρμόζουσαν, ἄλλως δὲ ἐπιβλαβῆ τυγχάνειν· ἅπερ ἐστὶ ψευδῆ, ὑπὸ τῆς πείρας ἐλεγχόμενα διὰ τὸ ἐπιμαρτυρεῖσθαι τοῖς ἔργοις τὴν ἐνέργειαν τοῦ φαρμάκου. {7} οὐκ ἄτοπον δὲ ὑπογράψαι καὶ τὸν τρόπον, ᾧ τὸν ὀπὸν συλλέγουσιν· ἔνιοι μὲν οὖν τὰς κωδύας μετὰ τῶν φύλλων κόπτοντες ἐκθλίβουσι διὰ πιεστῆρος καὶ τρίβοντες ἐν θυΐᾳ ἀναπλάττουσι τροχίσκους· καλεῖται δὲ τὸ τοιοῦτο μηκώνιον, ἀδρανέστερον ὂν τοῦ ὀποῦ. ὀπίζοντας δὲ δεῖ μετὰ τὸ τὰς δρόσους ἀνικμασθῆναι περιγράφειν μαχαιρίῳ τὸν ἀστερίσκον, ὡς μὴ εἰς τὸ ἐντὸς διατρῆσαι, καὶ ἐκ πλαγίου δὲ τὰς κωδύας ἐπ᾽ εὐθείας ἐντέμνειν ἐξ ἐπιπολῆς καὶ ἀναψᾶν τὸ δάκρυον ἐπερχόμενον δακτύλῳ εἰς μύακα καὶ πάλιν ἐπιπορεύεσθαι μετ᾽ οὐ πολύ· εὑρίσκεται γὰρ ἐπισυνεστός, καὶ τῇ ἐπιούσῃ δὲ ἡμέρᾳ οὕτως εὑρίσκεται· δεῖ δὲ καὶ τοῦτο τρίβοντας ἐν θυΐᾳ ἀναπλάσσειν καὶ ἀποτίθεσθαι· ἐν μέντοι τῷ τέμνειν ὀπίσω ἀναχωρεῖν δεῖ πρὸς τὸ μὴ ἀναψᾶσθαι ὑπὸ τῶν ἱματίων τὸν ὀπόν.