Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
ballico | phoînix φοῖνιξ |
Lolium perenne L. |
4.43 |
φιε (515)
Texto provisional
φοῖνιξ· οἱ δὲ ῥοῦν, οἱ δὲ ἀγχύνωπα καλοῦσι. [οἱ δὲ φοινικόπτερος, οἱ δὲ ῥουσιόσταχυς, οἱ δὲ ὀσθάλη, Ῥωμαῖοι πάβουλουμ μουρίνουμ, Αἰγύπτιοι ἀθνού.] τὰ μὲν φύλλα ἔχει ὅμοια κριθῇ, βραχύτερα δὲ καὶ στενότερα, στάχυν δὲ ἐμφερῆ τῇ αἴρᾳ, κλῶνας δὲ ἑξαδακτύλους κύκλῳ τῆς ῥίζης καὶ στάχυς ἑπτὰ ἢ ὀκτώ. φύεται δὲ ἐν ταῖς ἀρούραις καὶ ἐπὶ τῶν στεγῶν τῶν νεοκαταχρίστων. δύναμιν δὲ ἔχει πινόμενος ἐν οἴνῳ αὐστηρῷ διάρροιαν καὶ αἱμορραγίαν τὴν ἐκ μήτρας καὶ οὔρων πλείονα φορὰν ἱστάνειν. ἱστοροῦσι δέ τινες καὶ ἴσχαιμον αὐτὸν εἶναι ἐνδεόμενον φοινικῷ ἐρίῳ καὶ περιαπτόμενον.