Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
aceite perfumado de lirio | irínou stýpsis ἰρίνου στύψις |
Iris florentina L. |
1.56 |
fol. fol.
νϚ (56)
περὶ στύψεως ἰρίνου· σπάθης
λίτρ<ας> Ϛ' οὐγγ<ίας> η', ἐλαίου λίτρ<ας> ογ' [1] οὐγγ<ίας> ε' κόψας ὡς λεπτότατα μεῖξον ὕδατος κοτύλαις ι' καὶ βαλὼν
fol. fol.
εἰς χαλκὸν ἕψε, μέχρις οὗ τὴν ὀσμὴν ἀναλάβῃ, εἶτα ἀπήθει εἰς κρατῆρα μέλιτι κατακεχρισ-
μένον. ἐκ τούτου τοῦ ἠρωματισμένου ἐλαίου τὸ πρῶτον ἴρινον σκευάζεται ἐναποβρε-
χομένης τῷ ἐστυμμένῳ ἐλαίῳ ἴρεως, ὡς ὑπογέγραπται. {2} ἢ οὕτως [2]· ἐλαίου λίτρ<ας> ο' [3] οὐγγ<ίας> ε',
ξυλοβαλσάμου λίτρ<ας> ε' οὐγγ<ίας> β' κόψας, ὡς εἴρηται, σύνεψε· εἶτα ἐξελὼν τὸ ξυλοβάλ-
σαμον προσέμβαλε καλάμου κεκομμένου λίτρ<ας> θ' οὐγγ<ίας> ι', σμύρνης χόνδρον οἴνῳ παλαιῷ
ἐμβρέχων εὐώδει, εἶτα λαβὼν ἐκ τοῦ ἐστυμμένου ἐλαίου καὶ ἠρωματισμένου λίτρ<ας> ιδ' ἐνα-
πόβρεχε ἴρεως κεκομμένης ἴσον τῷ σταθμῷ, ἐῶν ἡμέρας β' καὶ νύκτας β', εἶτα ἐξί-
που βιαίως καὶ νεανικῶς. καὶ εἰ βούλει δυναμικώτερον εἶναι, τὸν ἴσον σταθμὸν καὶ δὶς
καὶ τρὶς ὁμοίως ἐναποβρέχων ἐξίπου. {3} κράτιστον δὲ ὑπάρχει τὸ ἐν <τῇ> ὀσφρήσει μηδενὸς ἄλλου,
μόνης δὲ τῆς ἴριδος ποιοῦν [4]. τοιοῦτον δέ ἐστι τὸ ἐν πέργῃ τῆς παμφυλίας καὶ ἐν ἤλιδι τῆς
ἀχαίας γεννώμενον [5]. δύναμιν δὲ ἔχει μαλακτικήν, θερμαντικήν, ἐσχάρας τε καὶ σηπε-
δόνας καὶ ῥυπαρίας ἀνακαθαίρει καὶ ταῖς περὶ μήτραν διαθέσεσιν ἁρμόζει, φλεγμοναῖς
τε καὶ μύσεσιν, ἔμβρυά τε ἐκβάλλει καὶ αἱμορροίδας ἀναστομοῖ, πρός τε ἤχους ὤτων σὺν
ὄξει καὶ πηγάνῳ καὶ πικροῖς ἀμυγδάλοις, καὶ πρὸς κατάρρους χρονίζοντας διαχριο-
μένων τῶν μυξωτήρων καὶ πρὸς ὀζαίνας. {4} καθαίρει δὲ καὶ τὴν κοιλίαν κυάθου πλῆ-
θος ποθέν, ποιεῖ καὶ πρὸς εἰλεώδη, κινεῖ καὶ οὖρα. <ἁρμόζει> καὶ ἐπὶ τῶν δυσχερῶς ἐμούν-
των διαχριομένων τῶν δακτύλων ἢ τῶν ἐμετηρίων, καὶ ἐπὶ συναγχικῶν <δὲ> διαχριόμενον
ἢ ἀναγαργαριζόμενον σὺν μελικράτῳ καὶ πρὸς τραχύτητα ἀρτηρίας. δίδοται καὶ τοῖς
κώνειον ἢ μύκητας ἢ κόριον πεπωκόσιν.