Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
albojar | boúphthalmon βούφθαλμον |
Anacyclus radiatus Loisel. |
3.139 |
fol. fol.
υνε (455)
Texto provisional
<περὶ βουφθάλμου·>
βούφθαλμον, οἱ δὲ κάχλαν [οἱ δὲ βαλσαμίνη, προφῆται <αἴλουρον>, οἱ δὲ γόνος Ἑρμοῦ, οἱ δὲ Μνησίθεος, Ῥωμαῖοι
fol. fol.
λάππα κορωνάρια, Ἄφροι ναρότ.] καυλὸν ἀναφέρει τρυφερόν, φύλλα δὲ μαράθῳ ὅμοια, ἄνθη μήλινα, μείζονα τῆς ἀνθεμίδος, ὀφθαλμοειδῆ, ὅθεν καὶ ὠνόμασται. φύεται περὶ τὰς πόλεις. ταύτης τὰ ἄνθη λεῖα σὺν κηρωτῇ οἰδήματα καὶ σκληρίας διαχεῖ. φασὶ δὲ ὅτι ἐν βαλανείῳ μετὰ τὸ ἐξελθεῖν τῆς μάκτρας πινόμενον εὔχροιαν περιποιεῖ πρὸς χρόνον τινὰ τοῖς ἰκτεριῶσιν.