Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
celidonia menor | khelidónion mikrón χελιδόνιον μικρόν |
Ranunculus ficaria L. |
2.181 |
τι (310)
Texto provisional
χελιδόνιον τὸ μικρόν οἱ δὲ πυρὸν ἄγριον καλοῦσι. βοτάνιόν ἐστιν ἐκ μόσχων ἀπηρτημένον, ἄκαυλον, φύλλοις κισσοειδέσι, περιφερεστέροις δὲ μᾶλλον καὶ μικροτέροις καὶ τρυφερωτέροις καὶ ὑπολιπαρωτέροις περιεχόμενον. ῥίζας δὲ ἔχει ἐκ τοῦ αὐτοῦ μικράς, πολλάς, ὥσπερ πυροὺς συσσεσωρευμένους·τρεῖς δὲ ἢ τέσσαρές εἰσιν αὐτῶν μακραὶ πεφυκυῖαι. φύεται δὲ παρ᾽ ὕδασι καὶ τέλμασιν. ἔχει δὲ τὴν δύναμιν δριμεῖαν, παραπλησίαν ἀνεμώνῃ, ἑλκοῦσαν τὴν ἐπιφάνειαν, καὶ ψώρας καὶ ὄνυχας λεπροὺς ἀφιστᾷ. αἱ δὲ ῥίζαι χυλωθεῖσαι χρήσιμοι εἰς ῥινὸς ἔγχυσιν μετὰ μέλιτος πρὸς κάθαρσιν κεφαλῆς.