Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
coscoja | kókkos baphikē κόκκος βαφική |
Quercus coccifera L. |
4.48 |
φιθ (519)
Texto provisional
κόκκος βαφική· θάμνος ἐστὶ φρυγανώδης, ᾧ πρόσκεινται οἱονεὶ φακοί, οἵτινες ἐκλεγόμενοι συντίθενται. ἀρίστη δέ ἐστιν ἡ Γαλατικὴ καὶ Ἀρμενιακή, ἔπειτα ἡ Ἀσιανὴ καὶ Κιλίκιος, ἐσχάτη δὲ πασῶν ἡ Σπάνη. δύναμιν δὲ ἔχει στυπτικήν, ἁρμόζουσαν τραύμασι καὶ νεύρων τρώσεσι λεία μετ᾽ ὄξους καταπλασσομένη. γεννᾶται δὲ καὶ ἐν Κιλικίᾳ ἐν ταῖς δρυσὶν ὅμοιόν <τι> κοχλίᾳ μικρῷ, ὃ τῷ στομώματι αἱ τῇδε γυναῖκες ἀναλέγουσαι κόκκον καλοῦσιν.