Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cebolla albarrana | skílla σκίλλα |
Urginea maritima (L.) Baker |
2.171 |
fol. fol.
τ (300)
Texto provisional
περὶ σκίλλης· σκίλλα δύναμιν ἔχει δριμεῖαν, πυρωτικήν· πολύχρηστος δὲ γίνεται
ὀπτηθεῖσα. σταιτὶ δὲ ἢ πηλῷ περιπλάττεται καὶ δίδοται εἰς κλίβανον ἢ ἄνθραξιν ἐγκρύβεται, μέχρι ἂν ὀπτηθῇ ἱκανῶς τὸ περικείμενον σταῖς, οὗ περιαιρεθέντος, εἰ μὴ τακερὰ γέγονεν, ἕτερον σταῖς ἢ πηλὸν περιπλάσαντες τὰ αὐτὰ ποιήσομεν· ἡ γὰρ μὴ οὕτως ὀπτηθεῖσα βλαβερὰ τὴν δόσιν, πρὸς τὰ ἐντοσθίδια μάλιστα προσφερομένη. ὀπτᾶται δὲ καὶ ἐν χύτρᾳ πεπωμασμένῃ καὶ καθιεμένῃ εἰς κλίβανον· λαμβάνεται δὲ αὐτῆς τὸ μεσαίτατον τῶν ἔξωθεν περιαιρουμένων. {2} καὶ ἕψεται δὲ ἐντμηθεῖσα, ἀποχεομένου τοῦ πρώτου ὕδατος, ἑτέρου δὲ ἐπιχεομένου, ἄχρι ἂν μὴ πικρὸν ἢ δριμὺ γένηται τὸ ὕδωρ, καὶ ξηραίνεται δὲ ἐν σκιᾷ τμηθεῖσα καὶ διαιρε-
fol. fol.
θεῖσα λιναρίῳ, ὡς μὴ ἅπτεσθαι ἀλλήλων τοὺς τόμους. τῇ μὲν οὖν τμητῇ εἰς οἶνον καὶ ὄξος καὶ ἔλαιον σκιλλητικὸν χρώμεθα, πρὸς δὲ ῥαγάδας τὰς ἐν ποσὶ τὸ ἔνδον τῆς ὠμῆς σὺν ἐλαίῳ ζεσθὲν ἢ σὺν ῥητίνῃ τηχθὲν ἐπιτίθεται, ἐχεοδήκτοις τε κατάπλασμα ἑψηθεῖσα σὺν ὄξει. {3} τῆς δὲ ὀπτῆς πρὸς ἓν μέρος τῆς σκίλλης προσεκλεάναντες ἁλῶν ὀπτῶν μέρη ὀκτὼ δίδομεν κοχλιάριον ἓν ἢ δύο νήστεσι πρὸς μάλαξιν κοιλίας, εἰς ποτήματά τε καὶ ἀρωματικὰς δυνάμεις, καὶ ἐφ᾽ ὧν οὔρησιν κινῆσαι θέλομεν, καὶ ἐπὶ ὑδρωπικῶν καὶ στομαχικῶν, οἷς ἐπιπολάζει τὰ σιτία, καὶ ἐπὶ ἰκτέρου, στροφουμένων, βηττόντων χρονίως, ἀσθματικῶν, ἀναφορικῶν·αὐτάρκης δὲ ὁλκὴ τριωβόλου σὺν μέλιτι ἐκλειχθεῖσα. {3} καὶ συγκαθέψεται δὲ τῷ μέλιτι καὶ βιβρώσκεται πρὸς τὰ αὐτά, μάλιστα πέψει συνεργοῦσα· ἄγει δὲ γλοιῶδες κατὰ κοιλίαν. ἑφθὴ δὲ πρὸς τὰ αὐτὰ ποιεῖ ὁμοίως λαμβανομένη· φυλάσσεσθαι δὲ αὐτῆς δεῖ τὴν δόσιν, ἐφ᾽ ὧν ἕλκωσίς τίς ἐστιν ἐντός· ποιεῖ καὶ πρὸς ἀκροχορδόνας καὶ χιμέτλας ἐγχρισθεῖσα ὀπτή. τὸ δὲ σπέρμα αὐτῆς λεῖον ἀναλημφθὲν ἐν ἰσχάδι ἢ μέλιτι καὶ βρωθὲν μαλάσσει κοιλίαν. ἔστι δὲ καὶ ἀλεξιφάρμακον ὅλη πρὸ τῶν θυρῶν κρεμαμένη.