Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
pimienta de agua | hydropéperi ὑδροπέπερι |
Polygonum hydropiper L. |
2.161 |
σϟ (290)
Texto provisional
ὑδροπέπερι· φύεται μὲν μάλιστα παρὰ στασίμοις ὕδασιν ἢ ἐπιεικέσι ῥείθροις, καυλὸν δὲ ἀνίησι γονατώδη, περὶ ὃν μασχάλαι, καὶ φύλλα ἡδυόσμῳ ἐοικότα, μείζονα δὲ καὶ λευκότερα καὶ τρυφερώτερα, δριμέα ἐν τῇ γεύσει ὥσπερ τὸ πέπερι, οὐ μὴν ἀρωματίζει. καρπὸν δ᾽ ἔχει ἐπὶ κλωναρίων μικρῶν, ἐκφυόμενον παρὰ τὰ φύλλα, συνεχῆ καὶ βοτρυώδη, δριμὺν καὶ αὐτόν. ῥίζαν δ᾽ ἔχει μικράν, ἄχρηστον. δύναται δὲ τὰ φύλλα σὺν τῷ καρπῷ καταπλασσόμενα οἰδήματα καὶ χρονίους σκληρίας διαφορεῖν ὑπώπιά τε ἀποκαθαίρειν. ξηρανθέντα δὲ καὶ κοπέντα μείγνυται ἀντὶ πεπέρεως ἁλσὶ καὶ προσοψήμασι.