Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
uva de mar | trágos τράγος |
Ephedra distachya L. |
4.51 |
φκβ (522)
Texto provisional
τράγος· οἱ δὲ σκορπίον, οἱ δὲ τάργανον. φύεται παρὰ θαλάττῃ μάλιστα· θαμνίσκος ὑπὲρ γῆς οὐ μέγας, σπιθαμῆς ἢ <καὶ> μείζων, φύλλα δὲ οὐκ ἔχει· ἐπὶ δὲ τῶν κλάδων πρόσκεινται οἱονεὶ ῥᾶγες μικραί, πυρραί, κατὰ μέγεθος πυροῦ, ὀξεῖαι ἐπ᾽ ἄκρου, πολλαὶ λίαν, γευσαμένῳ στυπτικαί. τούτου ὁ καρπός, ὡς ῥᾶγες δέκα, σὺν οἴνῳ ποθεῖσαι κοιλιακοὺς καὶ ῥοϊκὰς ὠφελοῦσιν. ἔνιοι δὲ κόπτοντες αὐτὸν ἀναπλάττουσι τροχίσκους εἰς ἀπόθεσιν καὶ οὕτως χρῶνται.