Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
espino negro | lýkion λύκιον |
Rhamnus lycioides L. Acacia catechu (L. f.) Willd. |
1.100 |
fol. fol.
ρ (100)
περὶ λυκίου·
λύκιον, ὃ ἔνιοι πυξάκανθαν καλοῦσι, δένδρον ἐστὶν ἀκανθῶδες, ῥάβδους ἔχον τριπήχεις ἢ καὶ
μείζονας, περὶ ἃς τὰ φύλλα πύξῳ ὅμοια, πυκνά. καρπὸν δὲ ἔχει ὡς πέπερι, μέλανα, πικρὸν,
πυκνόν, λεῖον [1], καὶ τὸν φλοιὸν δὲ ὠχρόν, ὅμοιον τῷ διεθέντι λυκίῳ, ῥίζας δὲ πολλάς, πλα-
γίας [2], ξυλώδης [3]. φύεται δὲ πλεῖστον ἐν καππαδοκίᾳ καὶ λυκίᾳ, καὶ ἐν ἄλλοις <δὲ> τόποις πολλοῖς·
τραχέα δὲ φιλεῖ χωρία. {2} χυλίζεται δὲ τῶν ῥιζῶν σὺν τοῖς θάμνοις θλασθέντων καὶ βραχέν-
των ἐφ᾽ ἱκανὰς ἡμέρας, εἶθ᾽ ἑψηθέντων [4], καὶ τῶν μὲν ξύλων ῥιπτομένων, τοῦ δὲ ὑγροῦ πάλιν
ἑψομένου μέχρι μελιτώδους συστάσεως. δολοῦται δὲ ἀμόργης τῇ ἑψήσει ἅμα μιγνυμένης ἢ
ἀψινθίου χυλίσματος ἢ βοείᾳ χολῇ [5]. καὶ τὸ μὲν ἐπινηχόμενον ἀφρῶδες ἐν τῇ ἑψήσει ἀφελὼν
ἀπόθου εἰς τὰ ὀφθαλμικά, τῷ δὲ λοιπῷ εἰς τὰ ἄλλα χρῶ. γίνεται δὲ καὶ ἐκ τοῦ καρποῦ ὁ-
μοίως χύλισμα ἐκπιεζομένου καὶ ἡλιαζομένου. ἔστι δὲ κάλλιστον τὸ καιόμενον λύκιον
καὶ κατὰ τὴν σβέσιν τὸν ἀφρὸν ἐνερευθῆ ἔχον, ἔξωθεν μέλαν, διαιρεθὲν δὲ κιρρόν, ἄβρωμον,
στῦφον μετὰ πικρίας, χρώματι κροκῶδες, οἷόν ἐστι τὸ Ἰνδικόν, διαφέρον τοῦ λοιποῦ καὶ δυνα-
μικώτερον. {3} δύναμιν δὲ ἔχει στυπτικὴν καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις καθαίρει, ψωριάσεις δὲ [6]
fol. fol.
τὰς ἐπὶ τῶν βλεφάρων καὶ κνισμοὺς [7] καὶ <τὰ> παλαιὰ ῥεύματα θεραπεύει. ποιεῖ [δὲ] καὶ πρὸς ὦτα
πυορροοῦντα, παρίσθμια, οὖλά τε εἱλκωμένα καὶ <δι>ερρωγότα χείλη, ῥαγάδας ἐν δακτυλίοις [8],
παρατρίμματα ἐπιχριόμενον [9]· ἁρμόζει καὶ κοιλιακοῖς καὶ δυσεντερικοῖς πινόμενον καὶ ἐγκλυζόμενον.
δίδοται <δὲ> καὶ αἱμοπτυικοῖς καὶ βήττουσι σὺν ὕδατι, καὶ τοῖς ὑπὸ λυσσῶντος κυνὸς δηχθεῖσιν ἐν
καταποτίῳ <ἢ> σὺν ὕδατι ποτόν. ξανθίζει δὲ καὶ τρίχας, παρωνυχίας τε καὶ ἕρπητας καὶ σηπεδόνας ἰᾶται·
ἵστησι <δὲ> καὶ ῥοῦν γυναικεῖον προστιθέμενον. [βοηθεῖ δὲ καὶ λυσσοδήκτοις ποθὲν μετὰ
γάλακτος ἢ ἀντὶ καταποτίου λαμβανόμενον.] {4} λέγεται δὲ τὸ ἰνδικὸν λύκιον γίνεσθαι ἐκ θάμνου,
τῆς λεγομένης λογχίτιδος. ἔστι δὲ εἶδος ἀκάνθης, ῥάβδους ἔχουσα [10] ὀρθάς, τριπή-
χεις ἢ καὶ μείζους, πολλὰς ἀπὸ τοῦ πυθμένος, παχυτέρας βάτου, φλοιὸς ῥαγεὶς ἐνερευθής,
τὰ δὲ φύλλα ὅμοια ἐλαίας, ἧς ἡ πόα ἐν ὄξει ἑψηθεῖσα καὶ ποτιζομένη ἱστορεῖται φλεγμονὰς
σπληνὸς καὶ ἴκτερον ἰᾶσθαι [11] καὶ καθάρσεις γυναικῶν ἄγειν· καὶ ὠμὴ δὲ λεία ποθεῖσα τὰ αὐτὰ
ποιεῖν παραδίδοται, τοῦ δὲ σπέρματος μύστρα δύο ποθέντα ὑδατῶδες καθαίρειν καὶ θανα-
σίμοις βοηθεῖν.