Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
glasto silvestre | isátis agría ἰσάτις ἀγρία |
Isatis tinctoria L. |
2.185 |
fol. fol.
τιδ (314)
Texto provisional
<περὶ ἰσάτεως ἀγρίας· ἰ>σάτις ἀγρία, [οἱ δὲ ὑσγίνη μικρά, Ῥωμαῖοι ἀλούταμ μινῶρεμ.]
[ἡ δὲ ἀγρία ἰσάτις] παραπλήσιος οὖσα τῇ πρὸ αὐτῆς [1], φύλλα ἔχει μείζονα πρὸς τὰ τῆς θρί-
δακος, καυλούς τε πολλούς, λεπτοτέρους, πολυσχιδεῖς, ὑπερύθρους, ἔχοντας ἐξ ἄκρου ὥσπερ θυ-
λάκια γλωττοειδῆ πολλὰ ἀποκρεμάμενα, ἐν οἷς τὸ σπέρμα, ἄνθος δὲ μήλινον, λεπτόν.
δύναται δὲ τὰ αὐτὰ τῇ πρὸ αὐτῆς, ὠφελοῦσα καὶ σπληνικοὺς πινομένη καὶ καταπλασσο-
μένη. [ἐπιστατέον τὰ περὶ ἰσάτεων ὅτι αἱ ἐκδόσεις αὗται τὸ ἐσφαλμένον ἔχουσι· τό
τε γὰρ μήλινον ἄνθος καὶ τοὺς λεπτοτέρους καὶ πολυοχιδεῖς κλάδους καὶ τὰ ἐξ ἄκρου
fol. fol.
γλωττοειδῆ θυλάκια, ἐν οἷς τὸ σπέρμα, ἡ ἥμερος φέρει· ἐμπεριέχεται δὲ τούτοις σπέρ-
μα μέλαν ἐοικὸς μελανθίῳ, καὶ τὸν καυλὸν δὲ ὑπερ δίπηχυν, ἀλλ' οὐχ ὑπὲρ πῆχυν μό-
νον φέρει. ἡ δὲ ἀγρία μελάντερα ταύτης τὰ φύλλα φέρει καὶ καυλὸν ἐλάττω καὶ
παχύτερον, ἄνθος τε ἐμπόρφυρον ἢ κυανοῦν καὶ καρπὸν σταυροειδῆ, τραχύν, ἐν οἷς τὸ
σπέρμα φυλλαρίοις μικροῖς ἀνὰ πέντε ἴσοις οἱονεὶ διειλημμένον.