Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
séseli gr. peloponesio | séseli Peloponnēsiakón σέσελι Πελοποννησιακόν |
Malabaila aurea Sibth. |
3.53.3 |
Texto provisional
τὸ δὲ ἐν Πελοποννήσῳ γινόμενον φύλλα ἔχει κωνείῳ παραπλήσια, τραχύτερα δὲ καὶ παχύτερα, καυλὸν μείζονα τοῦ Μασσαλιωτικοῦ, ναρθηκοειδῆ, ἐπ᾽ ἄκρου δὲ σκιάδιον πλατύ· ἐν δὲ τούτῳ καρπὸς πλατύτερος καὶ σαρκωδέστερος καὶ εὐωδέστερος. δύναμιν δὲ τὴν αὐτὴν ἔχει. φύεται δὲ ἐν τραχέσι τόποις καὶ ἐφύδροις καὶ γεωλόφοις· γεννᾶται δὲ καὶ ἐν τῇ Ἴδῃ.