Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
sello de Salomón | ephēmeron ἐφήμερον |
Polygonatum multiflorum All. |
4.84 |
φνϚ (556)
Texto provisional
ἐφήμερον· ἄλλοι δὲ ἶριν ἀγρίαν. τὰ φύλλα καὶ <τὸν> καυλὸν ὅμοια ἔχει κρίνῳ, λεπτότερα δέ, ἄνθη λευκά, μικρά, καρπὸν δὲ μαλακόν. ῥίζα δὲ ὕπεστι δακτύλου τὸ πάχος μία, μακρά, στυπτική, εὐώδης· φύεται ἐν δρυμοῖς καὶ παλισκίοις <τόποις>. τούτου ἡ μὲν ῥίζα ὀδονταλγίας ἐστὶ φάρμακον διακλυζομένη, τὰ δὲ φύλλα ἐν οἴνῳ ἑψηθέντα καὶ καταπλασθέντα οἰδήματα καὶ φύματα διαφορεῖ μήπω πύον ἔχοντα.