Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
ácoro bastardo | ákoron ἄκορον |
Iris pseudacorus L. |
1.2 |
fol. fol.
β (2)
περὶ ἀκόρου·
ἄκορον [οἱ δὲ χορὸς ἀφροδίσιος, ῥωμαῖοι βενέριαμ, οἱ δὲ ναύτικα ῥάδιξ, γάλλοι πίπερ ἄπι-
ουμ. ]τὰ μὲν φύλλα ἔχει ἐμφερῆ ἴριδι, στενότερα δέ, καὶ τὰς ῥίζας <δὲ> οὐκ ἀνομοίους,
διαπεπλεγμένας καὶ οὐκ εἰς εὐθὺ πεφυκυίας, ἀλλὰ πλαγίας καὶ ἐξ ἐπιπολῆς, γόνασι
διειλημμένας, ὑπολεύκους, δριμείας δὲ τῇ γεύσει καὶ τῇ ὀσμῇ οὐκ ἀηδεῖς. διαφέρει δὲ τὸ
πυκνὸν καὶ λευκὸν ἄβρωτόν τε καὶ πλῆρες εὐωδίας. το<ι>οῦτο δέ ἐστι τὸ ἐν κολχίδι καὶ τῇ
γαλατίᾳ ἀσπλήτιον [1] λεγόμενον. {2} δύναμιν δὲ ἔχει ἡ ῥίζα θερμαντικήν. πινόμενον δὲ
τὸ ἀφέψημα αὐτοῦ [2] οὖρα κινεῖ, ἁρμόζον πρὸς πλευρᾶς πόνον καὶ θώρακος καὶ
ἥπατος, στρόφους, ῥήγματα, σπάσματα, σπλῆνάς <τε> τήκει· ὠφελεῖ καὶ στραγγουριῶν-
τας, θηριοδήκτους, καὶ εἰς ἐγκάθισμα ὡς ἶρις πρὸς τὰ γυναικεῖα ἁρμόζει. ὁ δὲ χυλὸς
fol. fol.
τῆς ῥίζης ἀποκαθαίρει τὰ ἐπισκοτοῦντα ταῖς κόραις· μείγνυται δὲ καὶ ταῖς ἀντιδότοις
ἡ ῥίζα χρησίμως.