Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
estiércol | apópatos boós ἀπόπατος βοός |
- | 2.80 |
fol. fol.
σθ (209)
περὶ άποπάτου· ἀπόπατος βοὸς νομάδος πρόσφατος ἐπιτεθεῖσα
φλεγμονὰς τὰς ἐκ τραυμάτων πραύνει· ἐνείλλειται [1] δὲ φύλλοις καὶ θερμαίνεται ἐπὶ [2]
θερμοσποδιᾷ καὶ οὕτως ἐπιτίθεται, καὶ ἰσχιάδος δὲ πυρία πραυντικὴ ἡ τοιαύτη ἐπίθε-
σις. σὺν ὄξει δὲ καταπλασθεῖσα σκληρίας καὶ χοιράδας [3] διαλύει καὶ φύγεθλα. ἰδίως δὲ ἄρρε-
νος βοὸς βόλβιτον ὑστέραν προπεπτωκυῖαν ὑποθυμιώμενον ἀποκαθίστησι, διώκει δὲ καὶ κώ-
νωπας θυμιαθέν. αἰγῶν δὲ σπύραθοι, μάλιστα ὀρεινῶν, πινόμεναι σὺν οἴνῳ ἴκτερον ἀποκαθαί-
ρουσι, σὺν ἀρώματι δὲ ποθεῖσαι ἔμμηνα κινοῦσι καὶ ἔμβρυα ἐκβάλλουσι. {2} ξηραὶ δὲ λεῖαι
σὺν λιβανωτῷ προστεθεῖσαι ἐν ἐρίῳ ῥοῦν γυναικεῖον ἐπέχουσι, καὶ τὰς ἄλλας <δὲ> αἱμορραγίας σὺν ὄξει
στέλλουσι· καεῖσαι δὲ ἀλωπεκίας θεραπεύουσι μετ᾽ ὄξους ἢ ὀξυμέλιτος καταχριόμεναι, σὺν ὀ-
ξυγγίῳ δὲ καταπλασσόμεναι ποδαγρικοὺς ὠφελοῦσιν. ἑψηθεῖσαι δὲ μετ᾽ ὄξους ἢ οἴνου ἐπι-
τίθενται πρὸς ἑρπετῶν δήγματα καὶ ἕρπητας καὶ ἐρυσιπέλατα καὶ παρωτίδας. καὶ ἐπὶ
ἰσχιαδικῶν δὲ ἡ δι᾽ αὐτῶν καῦσις ὠφελίμως παραλαμβάνεται τοῦτον τὸν τρόπον· ἐπὶ τὸ με-
ταξὺ μέρος τοῦ [4] ἀντίχειρος, συνεγγίζον δὲ τῷ καρπῷ κοῖλον, προυποθεὶς ἔριον ἐλαίῳ βεβρεγ-
μένον, ἐπιτίθει κατὰ μίαν σπύραθον πυριῶν [5], ἄχρι[ς] <οὗ> ἂν ἡ αἴσθησις διὰ τοῦ βραχίονος ἐπὶ
τὸ ἰσχίον ἔλθῃ καὶ παύῃ· καλεῖται δὲ [ἡ] τοιαύτη καῦσις ἀραβική. {3} [ἡ] προβάτων δὲ ἄ-
φοδος σὺν ὄξει καταπλασθεῖσα ἐπινυκτίδας, ἥλους, θύμους, ἀκροχορδόνας ἰᾶται,
πυρίκαυτα δὲ κηρωτῇ ῥοδίνῃ ληφθεῖσα [6]. ὑὸς δὲ ἀγρίου ξηρὰ μεθ᾽ ὕδατος ἢ οἴνου ποθεῖσα
fol. fol.
αἵματος ἀναγωγὴν ἴσχει καὶ χρόνιον ἄλγημα πλευρᾶς πραύνει, ῥήγματα δὲ καὶ σπάσματα
μετ᾽ ὄξους [πινομένη]· στρέμματα δὲ θεραπεύει ἀναληφθεῖσα [7] κηρωτῇ ῥοδίνῃ. ὄνων δὲ
καὶ ἡ τῶν ἵππων <ἄφοδος> αἱμορραγίας ἵστησιν ὠμή τε καὶ κεκαυμένη ὄξει μιγεῖσα. ἡ δὲ τοῦ ἐξ ἀγέλης
ὄντος [8] ποηφάγου ἄφοδος ξηρὰ χυλισθεῖσα ἐν οἴνῳ καὶ ποθεῖσα σκορπιοπλήκτοις σφόδρα βοη-
θεῖ. {4} περιστερᾶς δὲ θερμαντικωτέρα καὶ καυστικωτέρα χρησίμως ὠμῇ λύσει μειγνυμένη,
σὺν ὄξει δὲ χοιράδας διαφορεῖ, ἄνθρακάς τε περιρρήττει σὺν μέλιτι καὶ λινοσπέρμῳ, καὶ
<σὺν> ἐλαίῳ λεανθεῖσα πυρίκαυ[σ]τα θεραπεύει. καὶ ἡ τῶν ἀλεκτορίδων δὲ τὰ αὐτὰ [9]
ποιεῖ, ἐνδεέστερον μέντοι, πλὴν ἰδίως πρὸς μύκητας θανασίμους καὶ κόλου ἀλγήματα
ἁρμόζει μετ᾽ ὄξους ἢ οἴνου πινομένη. πελαργοῦ δὲ σὺν ὕδατι ποθεῖσα ἐπιλημπτι-
κοῖς ἁρμόζειν πιστεύται [10], γυπὸς <δὲ> ὑποθυμιαθεῖσα ἔμβρυα ἐκτινάσσειν παραδέδοται.
{5} μυῶν <δὲ> λεία σὺν ὄξει ἀλωπεκίας καταχριομένη θεραπεύει, σὺν λιβανωτῷ δὲ καὶ οἰνο-
μέλιτι πινομένη λίθους ἐκκρίνει. προστιθέμενα δὲ παιδίοις τὰ μυόχοδα κοιλί-
αν πρὸς ἔκκρισιν ἐρεθίζει. κυνὸς δὲ ἡ ἐν τοῖς ὑπὸ κύνα καύμασι λημφθεῖσα, ξηρὰ πι-
νομένη μεθ᾽ ὕδατος ἢ οἴνου, κοιλίαν ἐφίστησιν. ἡ δὲ τῶν ἀν<θρώπ>ων πρόσφατος <μὲν> καταπλα-
σθεῖσα ἀφλέγμαντα μετὰ τοῦ παρακολλᾶν φυλάττει τὰ τραύματα, ξηρὰ δὲ μετὰ μέλι-
τος διαχριομένη ἐπὶ συναγχικῶν βοηθεῖν παραδέδοται. {6} ἡ δὲ τοῦ χερσαίου κροκοδύλου [11]
ἁρμόζει ἐπὶ τῶν γυναικῶν πρὸς εὔχροιαν καὶ στίλβωσιν τοῦ προσώπου. καλλίστη δέ ἐστιν
ἡ λεπτοτάτη [12] καὶ εὐθρυβής, κούφη τε ὥσπερ ἄμυλον ταχέως τε χυλουμένη ὑπὸ ὑγροῦ,
διατριβεῖσά τε ὕποξις [13] καὶ ζυμίζουσα τὴν ὀσμήν. δολίζουσι δὲ αὐτὴν ψᾶρας ὀρύζῃ τρέφοντες
καὶ τὴν ἄφοδον ὁμοίαν οὖσαν πωλοῦντες· οἱ δὲ ἄμυλον ἢ [14] κιμωλίαν [15] φυρῶντες καὶ
χροίζοντες ἐπ᾽ ὀλίγον <ἀγχούσῃ> δι᾽ ἀραιοῦ κοσκίνου εἰς ὀλίγον [16] ἀπηθοῦσι, καὶ ξηράναντες
ὡς [17] σκωλήκια πωλοῦσιν ἀντὶ ταύτης. [ἀνθρώπων δὲ ξηρὰ σὺν μέλιτι φυραθεῖσα
καὶ ἐπιτεθεῖσα τῷ λάρυγγι, ὡς καὶ ἡ τοῦ κυνός, συναγχικοῖς βοηθεῖν ἀναντιρρήτως εὕρομεν.]