Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
hierbabuena | sisýmbrion σισύμβριον |
Mentha sylvestris L. |
3.41desplazado |
fol. fol.
σνζ (257)
Texto provisional
περὶ σισυμβρίου· σισύμβριον, οἱ δὲ ἕρπυλλον [1] καλοῦσιν, [οἱ δὲ Ἀφροδίτης στέφανος,
Ῥωμαῖοι αὐστεράλις, οἱ δὲ ἕρβα βενέρια.] ἐν χέρσοις φύεται, ἐοικὸς ἡδυόσμῳ, πλατυφυλλότερον δὲ καὶ εὐωδέστερον, στεφανωματικόν. δύναμιν δὲ ἔχει θερμαντικήν·
fol. fol.
ἁρμόζει δὲ πρὸς στραγγουρίας καὶ λιθιάσεις σὺν οἴνῳ πινόμενον τὸ σπέρμα καὶ στρόφους καὶ λυγμοὺς παύει. τὰ δὲ φύλλα καταπλάσσεται πρὸς κεφαλαλγίαν ἐπὶ τῶν κροτάφων καὶ τοῦ μετώπου πρός τε σφηκῶν πληγὰς καὶ μελισσῶν· ἵστησι δὲ καὶ ἐμέτους ποθέν.