Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
agárico blanco oficinal | agarikón ἀγαρικόν |
Ungulina officinalis Vill. |
3.1 |
fol. fol.
τιϚ (316)
Texto provisional
Πεδακίου Διοσκορίδου Ἀναζαρβέως Περὶ ὕλης ἰατρικῆς, λόγ<ος> Γ̅
Ἐν μὲν τοῖς πρὸ τούτου βιβλίοις, φίλτατε Ἄρειε, παρεδώκαμεν περὶ ἀρωμάτων καὶ ἐ-
λαίων καὶ μύρων καὶ δένδρων καὶ τῶν ἀπ᾽ αὐτῶν καρπῶν τε καὶ δακρύων, ἔτι τε ζῴων καὶ σιτηρῶν
καὶ λαχάνων καὶ τῶν δριμύτητα κεκτημένων βοτανῶν· ἐν δὲ τούτῳ τρίτῳ ὑπάρχοντι
περὶ ῥιζῶν καὶ χυλισμάτων καὶ βοτανῶν καὶ σπερμάτων συμφύλων τε καὶ φαρμακωδῶν
ἐπελευσόμεθα.
περὶ ὰγαρίκου· ἀγαρικόν· ῥίζα φέρεται σιλφίῳ ἐμφερής, οὐ πυκνὴ τὴν ἐπι-
φάνειαν ὥσπερ τὸ σίλφιον, ἀραιὰ δέ ἐστιν ὅλη. ἔστι δὲ αὐτοῦ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ,
ὧν διαφέρει τὸ θῆλυ ἔχον κτηδόνας εὐθείας ἐντός, τὸ δὲ ἄρρεν περιφερές τέ ἐστι καὶ πανταχό-
θεν συμφυές· γεύσει δὲ ἀμφότερα ὅμοια, κατ᾽ ἀρχὰς μὲν γλυκάζοντα, εἶτα ἐξ ἀναδόσεως ἔμ-
πικρα. {2} γεννᾶται δὲ ἐν τῇ Ἀγαρίᾳ τῆς Σαρματικῆς· λέγουσι δὲ οἱ μὲν φυτοῦ ῥίζαν εἶναι,
fol. fol.
τινὲς δὲ ἐν φηγίνοις δένδρεσι κατὰ σῆψιν γίνεσθαι, καθάπερ καὶ οἱ μύκητες ἐπιφύονται. γεννᾶται δὲ καὶ ἐν τῇ κατὰ Ἀσίαν Γαλατίᾳ καὶ Κιλικίᾳ ἐπὶ τῶν κέδρων, εὔθρυπτον μέντοι καὶ ἀσθενὲς τῇ δυνάμει. {3} ἔστι δὲ στυπτικόν, θερμαντικόν, ποιοῦν πρός τε στρόφους καὶ ὠμότητας, ῥήγματά τε καὶ πτώματα, ὀβολῶν δυεῖν πλῆθος μετὰ οἰνομέλιτος διδόμενον ἀπυρέτοις, πυρέσσουσι δὲ ἐν μελικράτῳ· καὶ ἡπατικοῖς δὲ καὶ ἀσθματικοῖς καὶ δυσουροῦσι καὶ νεφριτικοῖς καὶ ἰκτεριώδεσι καὶ ὑστερικαῖς πνιξὶ καὶ κακοχροίαις ὡς δραχμὴ μία διδόμενον, φθισικοῖς δὲ μετὰ γλυκέος, σπληνικοῖς δὲ μετ᾽ ὀξυμέλιτος, στομαχικοῖς δὲ ὡς ἔστι διαμασώμενον καὶ καταπινόμενον μηδενὸς ὑγροῦ ἐπιρροφουμένου, ὁμοίως δὲ καὶ ὀξυρεγμιῶσιν. {4} ἵστησι δὲ καὶ αἵματος ἀναγωγὰς ὁλκὴ τριω-
βόλου μεθ᾽ ὕδατος λαμβανόμενον· ποιεῖ καὶ πρὸς ἰσχίων καὶ ἄρθρων ἀλγήματα καὶ ἐπιλημψίας μετ᾽ ὀξυμέλιτος λαμβανομένου τοῦ ἴσου πλήθους. ἄγει δὲ καὶ ἔμμηνα καὶ ταῖς ἐμπνευματουμέναις ὑστέραν γυναιξὶν ὠφελίμως τὸ ἴσον δίδοται. λύει δὲ καὶ ῥῖγος πρὸ τῆς ἐπισημασίας διδόμενον, καθαίρει δὲ καὶ κοιλίαν δραχμὴ μία ἢ δύο μετὰ μελικράτου πινόμενον. {5} ἔστι δὲ καὶ θανασίμων ἀντίδοτος μετὰ κράματος δραχμῆς μιᾶς ὁλκὴ λαμβανόμενον, καὶ πρὸς ἑρπετῶν δὲ πληγὰς καὶ δήγματα ὁλκὴ τριωβόλου μετ᾽ οἴνου πινόμενον βοηθεῖ· καὶ καθόλου πρὸς τὰ ἐντὸς πάντα πάθη ἁρμόζει πρὸς δύναμιν καὶ ἡλικίαν διδόμενον, οἷς μὲν μεθ᾽ ὕδατος, οἷς δὲ μετ᾽ οἴνου ἢ ὀξυμέλιτος ἢ μελικράτου.