Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
mastuerzo silvestre | iberís ἰβερίς |
Lepidium graminifolium L. Lepidium iberis L. |
1.130añadido |
[περὶ ἰβερίδος· ἰβερὶς ἢ καρδαμαντίνη ἔχει τὰ φύλλα παρόμοια καρδάμῳ, ἐν
ἔαρι εὐθαλέστερα, μῆκος δὲ ὅσον πήχ<εως> ἢ ἐλάττων. φύεται δὲ ἐν ἀγεωργήτοις τόποις. θέρει δὲ
γαλακτικὸν ἄνθος προβάλλει καὶ τότ᾽ ἐστι δραστικώτερον. ἔχει δὲ δύο ῥίζας παρομοίας καρδάμῳ,
θερμαντικὰς καὶ καυστικάς. αὗται ἀγαθαὶ αἱ ῥίζαι πρὸς ἰσχιαδίκους μετὰ λίπους
ὑείου τεταριχευμένου ὡς ἐμπλαστρῶδες γενέσθαι κατάπλασμα μέχρι ὡρῶν δ'. ἔ-
πειτα ἐν βαλανείῳ ἐμβιβαζέσθω καὶ ἐλαίου μετ' ἔρίου τοῖς τόποις περιχριέσθω.]