Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
aceite de ricino | kíkinon élaion κίκινον ἔλαιον |
Ricinus communis L. |
1.32 |
λβ (32)
περὶ κικίνου ἐλαίου·
κίκινον ἔλαιον σκευάζεται τούτῳ τῷ τρόπῳ· λαβὼν ὡρίμων κροτώνων ὅσον ἂν δόξῃ καὶ
ψύξας εἰς ἥλιον καταστρώσας θηλοπέδου [1] τρόπον, ἕως ἂν ὁ περικείμενος φλοιὸς ἀπορραγεὶς
ἐκπέσῃ, συναγαγὼν τὴν σάρκα ἔμβαλε εἰς ὅλμον καὶ κόψας ἐπιμελῶς εἰς λέβητα κεκασ-
σιτερωμένον βάλε ὕδωρ ἔχοντα καὶ ἀνάβρασον ὑποκαίων. ὅταν δὲ ἀνῶσι τὴν ἐν αὐτοῖς
ὑγρότητα πᾶσαν, ἄρας τὸν λέβητα ἀπὸ τοῦ πυρὸς ἀπόψα μύακι τὸ ἐπι πλέον ἔλαιον καὶ ἀπο-
τίθεσο. {2} οἱ δὲ αἰγύπτιοι διὰ τὸ δαψιλοῦς χρῄζειν [αὐτοῦ] ἑτέρως αὐτὸ σκευάζουσι· μετὰ γὰρ
τὸ καθᾶραι εἰς μύλην ἀπο[δι]δόντες τοὺς κρότωνας ἀλήθουσιν ἐπιμελῶς, εἰς τὰ [εἰς] σπυ-
ρίδα [2] <δὲ> ἐμβαλόντες τὸ ἀληλεσμένον δι᾽ ὀργάνου ἐκθλίβουσιν. ὥριμοι δέ εἰσιν οἱ κρότωνες,
ὅταν ὑπὸ τῶν περιεχόντων αὐτοὺς σφαιρίων ἀπολύωνται. ποιεῖ δὲ τὸ κίκινον πρὸς ἀχῶρας
καὶ ψώρας καὶ τὰς ἐν ἕδρᾳ φλεγμονάς, πρός τε ὑστέρας μύσεις καὶ διαστροφάς, ἔτι δὲ
οὐλὰς ἀπρεπεῖς καὶ ὠταλγίας, ἐμπλάστροις τε μιγὲν ἐμπρακτοτέρας αὐτὰς ἐργάζεται.
ἄγει δὲ καὶ κατὰ κοιλίαν ὑδατῶδες ποθέν, ἐκκρίνει δὲ καὶ ἕλμινθας.