Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
alga marina | phŷkos thalássion φῦκος θαλάσσιον |
Nitophyllum punctatum (Stackhouse) Greville |
4.99 |
φοα (571)
Texto provisional
φῦκος θαλάσσιον· γίνεται τὸ μέν τι αὐτοῦ πλατὺ τὸ δὲ ὑπόμηκες καὶ ὑποφοινικίζον, τὸ δὲ οὖλον, φυόμενον δὲ ἐν Κρήτῃ πρὸς τῇ γῇ, εὐανθὲς σφόδρα καὶ ἄσηπτον. στυπτικὴν δ᾽ ἔχει πάντα τὴν δύναμιν, ποιοῦντα ἐν καταπλάσμασι ποδαγρικοῖς καὶ ταῖς <ἄλλαις> φλεγμοναῖς. δεῖ δὲ αὐτοῖς χρῆσθαι ἐνίκμοις πρὸ τοῦ ξηραίνεσθαι. Νίκανδρος δέ φησι καὶ θηριακὸν εἶναι τὸ φοινικοῦν, ὅπερ ἔδοξαν ἔνιοι εἶναι, ᾧ αἱ γυναῖκες χρῶνται, ὄντος ἐκείνου ῥιζίου, ὁμωνύμως δὲ καλουμένου φύκους.