Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
ungüento de azafrán | krokómagma κροκόμαγμα |
Crocus sativus L. |
1.27 |
fol. fol.
κζ (27)
περὶ κροκομαίγματος· τὸ δὲ κροκόμαγμα γίνεται
ἐκ τοῦ κροκίνου μύρου τῶν ἀρωμάτων ἐκπιεσθέντων καὶ ἀναπλασθέντων. ἔστι δὲ αὐ-
τοῦ τὸ εὐῶδες καλόν, μέσως κατάσμυρνον, βαρύ, μέλαν, ἄξυλον, ἐν τῷ διεθῆναι ἱκανῶς κροκῶ-
δες τὴν χρόαν, λεῖον, ὑπόπικρον, βάπτον ἰσχυρῶς τοὺς ὀδόντας καὶ τὴν γλῶσσαν, ἐπιμένον τε
fol. fol.
συχνὰς ὥρας. τοιοῦτον δέ ἐστι τὸ ἀπὸ Συρίας. δύναμιν δὲ ἔχει σμηκτικὴν τῶν ἐπισκοτούντων
ταῖς κόραις, οὐρητικήν, μαλακτικήν, [οὐρητικήν, μαλακτικήν,] πεπτικήν, θερμαντικήν.
ἀναλογεῖ δὲ κατὰ ποσὸν τῇ τοῦ κρόκου δυνάμει· πλεῖστον γὰρ τούτου μετείληφεν.