Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
piedra esquistosa | skhistós líthos σχιστὸς λίθος |
- | 5.127 |
ψϟζ (797)
Texto provisional
σχιστὸς δὲ λίθος γεννᾶται μὲν ἐν τῇ καθ᾽ ἑσπέραν Ἰβηρίᾳ, ἄριστος δὲ εἶναι δοκεῖ ὁ παρακροκίζων τῇ χρόᾳ, εὐθρυβής τε καὶ εὔσχιστος ὡς ἐν ἑαυτῷ· ἔοικε δὲ τῆς συνθέσεως ἕνεκεν καὶ ἀλληλουχίας τῶν κτηδόνων αὐτοῦ ἀμμωνιακῷ ἁλί. {2} δύναμιν δὲ τὴν αὐτὴν τῷ αἱματίτῃ εἰσφέρεται, τῇ εὐτονίᾳ μόνον λειπόμενος αὐτοῦ. πληροῖ δὲ καὶ κοιλώματα γυναικείῳ διεθεὶς γάλακτι, καὶ πρὸς ῥήξεις καὶ προπτώσεις <ὀφθαλμῶν>, ἔτι δὲ τραχύτητας βλεφάρων καὶ σταφυλώματα λίαν ἐνεργεῖ.