Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
sicómoro | sykómoron συκόμορον |
Ficus sycomorus L. |
1.127 |
ρκζ (127)
περὶ συκομόρου· συκόμορον·
ἔνιοι δὲ καὶ τοῦτο συκάμινον λέγουσι [1]. καλεῖται δὲ καὶ ὁ ἀπ᾽ αὐτοῦ καρπὸς συκόμορον
διὰ τὸ ἄτονον [2] τῆς γεύσεως. δένδρον δέ ἐστι μέγα, ὅμοιον συκῇ, πολύκομον [3] σφόδρα,
τοῖς φύλλοις ἐοικὸς μορέᾳ. φέρει δὲ καρπὸν τρὶς καὶ [4] τετράκις τοῦ ἔτους, οὐκ ἀπὸ
τῶν ἀκρεμόνων ὡς ἐπὶ τῆς συκῆς, ἀπὸ δὲ τοῦ στελέχους, ὅμοιον ἐρινεῷ, γλυκύτερον ὀ-
λύνθου[ν], οὐκ ἔχοντα δὲ κεγχραμίδας μηδὲ πεπαινόμενον δίχα τοῦ ἐπικνισθῆναι ὄνυχι
ἢ σιδήρῳ. {2} φύεται δὲ πλεῖστον ἐν καρίᾳ καὶ <ἐν> ῥόδῳ καὶ ἐν τοῖς οὐ πολυπύροις τόποις.
βοηθεῖ δὲ ἐν ταῖς σιτο<εν>δείαις διὰ τὸ διηνεκὲς τοῦ καρποῦ· ἔστι δὲ εὐκοίλιος ὁ καρπός,
ἄτροφος, κακοστόμαχος. ὀπίζεται δὲ τὸ δένδρον πρὶν καρποφορήσει [5] νεαρὸν [6] τοῦ
φλοιοῦ ἐξ ἐπιπο[λ]λῆς λίθῳ θλωμένου· βαθύτερον γὰρ θλασθεὶς οὐδὲν ἀνίησι. συλ-
λέγεται δὲ σπόγγῳ ἢ ἐρίῳ τὸ δάκρυον, καὶ ξηρανθὲν καὶ ἀναπλασθὲν ἐν ἀγγείῳ ὀστρακίνῳ
ἀποτίθεται. {3} δύναμιν δὲ ἔχει ὁ ὀπὸς μαλακτικήν, κολλητικὴν τραυμάτων, διαφορητι-
κὴν τῶν δυσπέπτων. πίνεται δὲ καὶ συγχρίεται πρὸς ἑρπετῶν δήγματα καὶ ἐσκιρ-
ρωμένους σπλῆνας <καὶ> στομάχου ἀλγήματα καὶ φρικία· ταχέως δὲ τεριδονίζεται [7] ὁ ὀπός.
γίνεται δὲ καὶ ἐν κύπρῳ εἴδει διαφέρον· πτελέᾳ γὰρ οὖσα [8] συκαμίνῳ τὰ φύλλα ἔοικε, τὸν δὲ
καρπὸν <φέρει> κατὰ <τὸ> μέγεθος κοκκυμήλων καὶ γλυκύτερον. τὰ δὲ ἄλλα πάντα ὅμοια τοῖς προει-
ρημένοις.