Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
olivardilla | kónyza mikrá κόνυζα μικρά |
Inula graveolens Desf. |
3.121 |
Texto provisional
κόνυζα· ἡ μέν τις μικρὰ καλεῖται εὐωδεστέρα οὖσα, ἡ δὲ μείζων, ὑπερέχουσα τῷ θάμνῳ καὶ τοῖς φύλλοις, πλατυτέρα καὶ βαρύοσμος· ἀμφότεραι δὲ ἐοίκασι τοῖς φύλλοις ἐλαίᾳ, ἔστι δὲ δασέα ταῦτα καὶ λιπαρά· ὕψος δὲ τοῦ καυλοῦ ἡ μὲν μείζων δύο πήχεων ἔχει, ἡ δὲ ἐλάττων ποδός, ἄνθος ψαφαρόν, μήλινον, ὑπόπικρον, ἐκπαππούμενον, ῥίζαι ἄχρηστοι. {2} δύναται δὲ ὁ θάμνος σὺν τοῖς φύλλοις ὑποστρωννύμενος καὶ θυμιώμενος θηρία διώκειν καὶ κώνωπας ἀπελαύνειν· κτείνει δὲ καὶ ψύλλους. καταπλάσσεται δὲ τὰ φύλλα ὠφελίμως ἐπὶ ἑρπετοδήκτων καὶ φυμάτων καὶ τραυμάτων· καὶ σὺν οἴνῳ δὲ πίνεται τὸ ἄνθος καὶ τὰ φύλλα πρὸς καταμηνίων ἀγωγὴν καὶ ἐκβολὴν ἐμβρύων καὶ στραγγουρίαν καὶ στρόφους καὶ ἴκτερον, μετ᾽ ὄξους δὲ ἐπιλημπτικοὺς πινόμενα ὠφελεῖ· καὶ τὸ ἀφέψημα δὲ αὐτῶν ἐν ἐγκαθίσματι τὰ ἐν μήτρᾳ θεραπεύει. {3} ὁ δὲ χυλὸς προστεθεὶς ἐκτρωσμοὺς ποιεῖ· ποιεῖ δὲ καὶ πρὸς ῥίγη συγχριομένη ἡ πόα μετ᾽ ἐλαίου. ἡ δὲ λεπτὴ καὶ κεφαλαλγίας καταπλασσομένη ἰᾶται.