Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
gallos | satýrion erythrónion σατύριον ἐρυθρόνιον |
Serapias cordigera L. |
3.128.2 |
υμδ (444)
Texto provisional
[σατύριον τὸ ἐρυθρόνιον· οἱ δὲ σατύριον ἐρυθραϊκόν, οἱ δὲ μῆλον τὸ ἐν ὕδασιν, οἱ δὲ ἐντατικόν, οἱ δὲ πριαπίσκον, οἱ δὲ σατυρίσκος, οἱ δὲ ὄρχις Σατύρου, Ῥωμαῖοι τεστίκουλουμ λέπορις.] ἔχον σπέρμα λινοσπέρμῳ ἐμφερές, μεῖζον δὲ καὶ στίλβον καὶ λεῖον καὶ ῥωμαλέον, ὅπερ ἱστορεῖται καὶ αὐτὸ συνουσίας ἐγείρειν ὥσπερ ὁ σκίγκος. ἔστι δὲ τῆς ῥίζης αὐτοῦ ὁ μὲν φλοιὸς ὕπισχνος καὶ πυρρός, τὸ δὲ ἔνδοθεν λευκόν, γευομένῳ εὔστομον καὶ γλυκύ. φύεται ἐν εὐηλίοις καὶ ὀρεινοῖς τόποις. ἱστορεῖται δὲ ὅτι καὶ εἰς τὴν χεῖρα λημφθεῖσα ἡ ῥίζα ἐρεθίζει πρὸς ἀφροδίσια, σὺν οἴνῳ δὲ ποθεῖσα μᾶλλον.