Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
tragacanto | tragákantha τραγάκανθα |
Astragalus gummifer Labill. |
3.20 |
τλδ (334)
Texto provisional
τραγάκανθα· ῥίζα ἐστὶ πλατεῖα καὶ ξυλώδης, φαινομένη δὲ καὶ ὑπὲρ γῆς, ἀφ᾽ ἧς κλάδοι ταπεινοί, ἰσχυροί, χεόμενοι δὲ ἐπὶ πολύ, καὶ ἐπ᾽ αὐτῶν φυλλάρια λεπτά, πολλά, μεταξὺ ἀκάνθας ἔχοντα ἐγκρυπτομένας τοῖς φύλλοις, λευκάς, ἰσχυράς, ὀρθάς. ἔστι δὲ ἡ τραγάκανθα δάκρυον τῆς ῥίζης ἀποτμηθείσης ἐπισυνιστάμενον, ἧς διαφέρει ἡ διαυγὴς καὶ λεία καὶ ἰσχνὴ καὶ καθαρὰ καὶ ὑπόγλυκυς. {2} δύναμιν δ᾽ ἔχει ὁμοίαν κόμμει παρεμπλαστικήν· χρῆσις δ᾽ αὐτῆς εἰς τὰ ὀφθαλμικὰ καὶ πρὸς βῆχας καὶ πρὸς τὰς περὶ ἀρτηρίαν τραχύτητας καὶ φωνῆς ἀποκοπὰς καὶ κατασταγμοὺς ἐν ἐκλεικτῷ σὺν μέλιτι ἀποχυλίζεταί τε ὑποτεθεῖσα τῇ γλώσσῃ· καὶ πίνεται δὲ ἀποβραχεῖσα ἐν γλυκεῖ δραχμῆς μιᾶς πλῆθος πρὸς νεφρῶν ὀδύνην καὶ κύστεως δῆξιν, μιγέντος αὐτῇ κέρατος ἐλαφείου κεκαυμένου καὶ πεπλυμένου ἢ στυπτηρίας σχιστῆς ὀλίγης.