Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
serpol | hérpyllos ἕρπυλλος |
Thymus serpyllum L. |
3.38 |
τνβ (352)
Texto provisional
ἕρπυλλος· [οἱ δὲ ζυγὶς ἀγρία, οἱ δὲ πόλιον, Αἰγύπτιοι μερουόπυος, Ῥωμαῖοι σερπούλλουμ, οἱ δὲ κίκερ ἠρράτικουμ.] ὁ μέν τίς ἐστι κηπευτός, σαμψουχίζων τῇ ὀσμῇ, καὶ στεφανωματικός· ὠνόμασται δὲ ἀπὸ τοῦ ἕρπειν τε καὶ ὅ τι ἂν αὐτοῦ μέρος θίγῃ τῆς γῆς, ῥιζοβολεῖν. ἔχει δὲ φύλλα καὶ κλωνία ὀριγάνῳ ἐμφερῆ, πλὴν λευκότερα· ἀπὸ δὲ αἱμασιῶν καθιέμενος εὐαυξέστερος γίνεται. ὁ δέ τίς ἐστιν ἄγριος, ὃς καὶ ζυγὶς καλεῖται, οὐχ ἕρπων, ἀλλ᾽ ὀρθός, κλωνία ἀνιεὶς λεπτά, φρυγανώδη, φύλλων περίπλεα ὁμοίων πηγάνῳ, ὑπόστενα δέ ἐστι καὶ ἐπιμηκέστερα καὶ σκληρότερα <ταῦτα>, ἄνθη γευομένῳ δριμέα, ὀσμὴ ἡδεῖα, ῥίζα ἄχρηστος. {2} φύεται ἐν πέτραις, ἐνεργέστερος καὶ θερμαντικώτερος τοῦ κηπευτοῦ ὑπάρχων καὶ πρὸς τὴν ἐν ἰατρικῇ χρῆσιν ἐπιτηδειότερος· ἔμμηνά τε γὰρ ἄγει καὶ οὖρα κινεῖ πινόμενος· ὠφελεῖ <καὶ> στρόφους, σπάσματα, ῥήγματα, ἥπατος φλεγμονὰς καὶ πρὸς ἑρπετὰ πινόμενός τε καὶ καταπλασσόμενος, κεφαλῆς τε ὀδύνην παραμυθεῖται ἑψηθεὶς σὺν ὄξει καὶ καταβραχεὶς μιγέντος αὐτῷ ῥοδίνου· μάλιστα δὲ ἐπὶ ληθάργου καὶ φρενίτιδος ἁρμόζει. παύει δὲ καὶ ἔμετον αἵματος δραχμῶν τεσσάρων πλῆθος μετ᾽ ὄξους ποθείς.