Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
gálbano | khalbánē χαλβάνη |
Ferulago galbaniflua Boiss. |
3.83 |
τϟθ (399)
Texto provisional
χαλβάνη· ὀπός ἐστι νάρθηκος ἐν Συρίᾳ γεννωμένου, ὃν ἔνιοι μέτωπον καλοῦσιν. ἔστι δὲ αὐτῆς ἀρίστη ἡ λιβανοειδής, χονδρώδης, καθαρά, λιπαρά, ἄξυλος, ἔχουσα δέ τι τοῦ σπέρματος καὶ τοῦ νάρθηκος μεμειγμένον, ὀσμῇ βαρεῖα, οὔτ᾽ ἄγαν ὑγρὰ οὔτε κατάξηρος. δολοῦσι δὲ αὐτὴν μειγνύντες ῥητίνην καὶ ἐρεγμὸν καὶ ἀμμωνιακόν. δύναμιν δὲ ἔχει θερμαντικὴν καὶ πυρωτικήν, ἐπισπαστικήν, διαφορητικήν· προστιθεμένη δὲ καὶ ὑποθυμιωμένη ἔμμηνα καὶ ἔμβρυα ἄγει, φακούς τε αἴρει μετ᾽ ὄξους καὶ νίτρου ἐπιπλασθεῖσα· καὶ πίνεται δὲ πρὸς παλαιὰν βῆχα, δύσπνοιαν, ἄσθματα, ῥήγματα, σπάσματα. {2} ἀντιπάσχει δὲ καὶ τοξικῷ σὺν οἴνῳ καὶ σμύρνῃ ποθεῖσα, ἐκβάλλει δὲ καὶ τὰ τεθνηκότα ἔμβρυα ὁμοίως λημφθεῖσα, ἐπιτίθεται δὲ καὶ πρὸς ὀδύνην πλευρᾶς καὶ δοθιῆνας, ἐπιλημπτικούς τε καὶ ὑστερικὰς καὶ σκοτωματικοὺς ὀσφραινομένη διεγείρει, θηρία τε διώκει θυμιωμένη τούς τε συγχριομένους ἀδήκτους τηρεῖ. σὺν σφονδυλίῳ δὲ καὶ ἐλαίῳ παρατεθεῖσα τὰ ἑρπετὰ κτείνει, ὀδόντος τε πόνον περιπλασθεῖσα καὶ ἐντεθεῖσα εἰς τὸ βρῶμα παύει· δοκεῖ δὲ καὶ δυσουρίαν ποιεῖν. {3} λύεται δὲ εἰς μὲν τὰ ποτήματα πικροῖς ἀμυγδάλοις καὶ ὕδατι ἢ πηγάνῳ ἢ μελικράτῳ ἢ ἄρτῳ θερμῷ, ἄλλως δὲ μηκωνίῳ, χαλκῷ κεκαυμένῳ, χολῇ ὑγρᾷ. καθαίρειν δὲ αὐτὴν βουλόμενος κάθες εἰς ζεστὸν ὕδωρ· τακείσης γὰρ αὐτῆς ἐπιπλεύσει τὸ ῥυπαρόν, ὅπερ χωρίσεις οὕτως· εἰς ὀθόνιον καθαρὸν ἀραιὸν ἐνδήσας ἀποκρέμασον εἰς χαλκῆν πυξίδα ἢ εἰς ὀστράκινον ἀγγεῖον, ὥστε μὴ ἅπτεσθαι τοῦ πυθμένος τοῦ ἄγγους τὸν ἔνδεσμον, καὶ πωμάσας εἰς ἀναβραστὸν ὕδωρ κάθες· οὕτως γὰρ τὸ μὲν νόστιμον εἰς τὸ ἄγγος ἀποτακήσεται ὡς δι᾽ ἠθμοῦ, τὸ δὲ ξυλῶδες ἐν τῷ ὀθονίῳ μενεῖ.