Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cardenillo raído | iós xystós ἰὸς ξυστός |
- | 5.79 |
fol. fol.
ψμϚ (746)
Texto provisional
περὶ ἰοῦ ξυστοῦ· τὸν δὲ <ἰὸν> ξυστὸν οὕτως σκευαστέον· εἰς πιθά-
κνην ἢ ἄλλο ὅμοιον ἀγγεῖον ἐγχέας δριμύτατον ὄξος ἐπικατάστρεψον χαλκοῦν ἀγγεῖον· καλὸν μέν, εἰ καμαροειδὲς <εἴη>, εἰ δὲ μή γε, ἰσόπεδον· ἔστω δὲ ἐσμηγμένον καὶ διαπνοὴν μηδεμίαν ἔχον· διὰ δὲ ἡμερῶν δέκα ἀναιρούμενος τὸ πῶμα ἀπόξυε τὸν ἐπιτρέχοντα ἰόν. ἢ λεπίδα ἀπὸ τοῦ αὐτοῦ ποιήσας χαλκοῦ ἐγκρέμασον εἰς τὸ <αὐτὸ> ἀγγεῖον, ἵνα μὴ ψαύσῃ τοῦ ὄξους, καὶ διὰ τῶν ἴσων ἡμερῶν ἀπόξυε. {2} ἢ εἰς τὰ στέμφυλα μὴ πρόσφατα ὄντα, ὀξίζοντα ἐγκρύψας μᾶζαν ἢ λεπίδα μίαν ἢ καὶ πλείονας ὡσαύτως ἀναστρέφου. ἔνεστι δὲ καὶ ἐκ ῥινημάτων ποιῆσαι ἢ λεπίδων, αἷς περιεχόμενα τὰ χρυσᾶ πέταλα ἐλαύνεται, ἐάν τις αὐτὰ ἐπιρραίνων ὄξει ἀνακινῇ τρὶς ἢ τετράκις <τῆς> ἡμέρας, ἄχρι ἂν παντελῶς ἰωθῇ. {3} γεννᾶσθαι δέ φασιν ἰὸν καὶ ἐν τοῖς Κυπριακοῖς μετάλλοις, τὸν μὲν λίθοις τισὶν ἐπανθοῦντα τῶν ἐχόντων τὸν χαλκόν, τὸν δὲ ἔκ τινος σπηλαίου στάζοντα ἐν τοῖς ὑπὸ κύνα καύμασι· καὶ τὸν μὲν ὀλίγον τε καὶ κάλλιστον εἶναι, τὸν δὲ ἐκ τοῦ σπηλαίου δαψιλῆ μὲν ἐπιρρεῖν καὶ εὔχρουν, φαῦλον δὲ ὑπάρχειν διὰ τὸ πολλοῖς ἀναμεμεῖχθαι λιθώδεσι. {4} δολοῦται δὲ καὶ ἄλλοις πολλοῖς μισγομένοις, μᾶλλον δὲ τούτοις· τινὲς μὲν γὰρ κισήρει, οἱ δὲ μαρμάρῳ, ἄλλοι δὲ χαλκάνθῳ κυκῶσιν αὐτόν. καταλημψόμεθα δὲ τὴν μὲν κίσηριν καὶ τὸ μάρμαρον διὰ τοῦ νοτίσαι τὸν ἀντίχειρα τῆς εὐωνύμου χειρὸς καὶ τῷ ἑτέρῳ προστρίβειν τοῦ ἰοῦ τι μέρος· συμβαίνει γὰρ τὸν μὲν διαχεῖσθαι, τὸ δὲ ἀπὸ τῆς κισήρεως καὶ μαρμάρου μένειν ἀδιάχυτον καὶ τέλος ἀπολευκαίνεσθαι τῇ ἐπὶ πλεῖον παρατρίψει καὶ τῇ τοῦ ὑγροῦ παραπλοκῇ. {5} οὐ μὴν ἀλλὰ καὶ διὰ τῆς τῶν ὀδόντων ἐπερείσεως· λεῖον γὰρ ὑποπίπτει καὶ οὐ τραχὺ τὸ ἀμιγές. τὸ δὲ χαλκανθὲς ἀπελέγχεται τῷ πυρί· εἰ γάρ τις ἐμπάσας τὸν οὕτως δεδολωμένον ἰὸν
fol. fol.
ἐπὶ λεπίδα ἢ ὄστρακον, τούτων τὸ ἕτερον ἐπὶ θερμῆς τέφρας ἢ ἀνθρακιᾶς θείη, μεταβάλλει καὶ κατερυθραίνεται τὸ χαλκανθὲς διὰ τὸ φύσει καιόμενον αὐτὸ τοιαύτην ἔχειν χρόαν.