Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
leche de mujer | gála gynaikós γάλα γυναικός |
- | 2.70.6 |
περὶ γάλακτος γυναικός· τὸ δὲ τῆς γυναι-
κὸς γάλα γλυκύτατόν ἐστι καὶ τροφιμώτατον. ὠφελεῖ δὲ θηλαζόμενον στομάχου δῆξιν
καὶ φθίσιν, ἁρμόζει καὶ πρὸς λαγωοῦ θαλασσίου πόσιν. μιγὲν δὲ λιβανωτῷ λείῳ
ἐνστάζεται τοῖς ἐκ πληγῆς αἱμαχθεῖσιν ὀφθαλμοῖς, καὶ ποδαγρικοὺς ὠφελεῖ σὺν κων<ε>ίῳ
καὶ κηρωτῇ καταχριόμενον. ἄθετον δὲ πᾶν γάλα σπληνικοῖς, ἡπατικοῖς, σκοτωματικοῖς,
ἐπιλημπτικοῖς, τοῖς τὸ νευρῶδες πάσχουσι, πυρέσσουσι [1]. εἰ μή πο-
τε καθάρσεως ἕνεκά τις προσφέροιτο σχιστόν, ὡς ὑποδέδεικται [2]. ἱστοροῦσι δέ τινες τὸ τῆς
πρωτοτόκου κυνὸς γάλα ψιλοῦν τρίχας καταχρισθέν, καὶ θανασίμων φαρμάκων ἀντι-
φάρμακον <εἶναι> ποθὲν καὶ τεθνηκότων ἐμβρύων ὑποβόλιον [3].