Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
satýrion gr. | satýrion σατύριον |
Fritillaria graeca Boiss. |
3.128 |
υμδ (444)
Texto provisional
σατύριον· οἱ δὲ τρίφυλλον καλοῦσιν, ἐπειδὴ ὡς τὸ πολὺ φύλλα τρία φέρει ὡς ἐπὶ τὴν γῆν κεκλασμένα, λαπάθῳ ἢ κρίνῳ ὅμοια, ἐλάττονα μέντοι καὶ ἐνερευθῆ, καυλὸν δὲ ψιλόν, μαλακόν, ὡς πήχεως, ἄνθος κρινοειδές, λευκόν, ῥίζαν δὲ βολβοειδῆ, ὅσον μῆλον, πυρράν, τὰ δὲ ἐντὸς λευκὴν ὥσπερ ᾠόν, γευομένῳ γλυκεῖαν καὶ εὔστομον. ταύτην δεῖ πίνειν ἐν οἴνῳ μέλανι αὐστηρῷ πρὸς ὀπισθότονον καὶ συνουσίαν φασὶ παρορμᾶν.