Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
aceitunas en escabeche | kolymbádes κολυμβάδες |
Olea europaea L. |
1.105.4 |
περὶ κολυμβάδων ἐλαίων· ἐλαῖαι
κολυμβάδες [1] λεῖαι καταπλασθεῖσαι πυρίκαυτα οὐκ ἐῶσι φλυκταινοῦσθαι, καὶ ῥυπαρὰ δὲ
ἕλκη καθαίρουσιν. ὁ δὲ ἐκ τῆς ἅλμης χυλὸς αὐτῶν διακλυζόμενος οὖλα <οἰδοῦντα> στέλλει καὶ ὀδόντας
σειομένους κρατύνει. {5} ἔστι δὲ ἡ μὲν ὑπόκιρρος καὶ πρόσφατος ἐλαία δυσκοίλιος, εὐστόμαχος,
ἡ δὲ μέλαινα καὶ πέπειρος εὐδιάφθορος καὶ κακοστόμαχος, ὀφθαλμοῖς τε ἀνεπιτή-
δειος καὶ κεφαλαλγής· φρυγεῖσα δὲ καὶ καταπλασθεῖσα νομὰς ἵστησι καὶ ἄνθρακας περιρ-
ρήττει.