Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cuajaleches | gálion γάλιον |
Galium verum L. |
4.95 |
φξζ (567)
Texto provisional
γάλιον· οἱ δὲ γαλαίριον, οἱ δὲ γαλάτιον· ὠνόμασται ἀπὸ τοῦ γάλα πηγνύειν ἀντὶ πυτίας αὐτό. τὸ δὲ κλωνίον καὶ τὸ φύλλον ἔχει ἐμφερέστατον ἀπαρίνῃ, ὀρθὸν δέ, καὶ ἐπ᾽ ἄκρου ἄνθος μήλινον, λεπτόν, πυκνόν, πολύοσμον· οὗ τὸ ἄνθος πρὸς τὰ πυρίκαυτα καταπλάττεται καὶ αἱμορραγίαις ἁρμόζει· μείγνυται καὶ κηρωτῇ ῥοδίνῃ ἡλιαζόμενον, ἄχρις ἂν λευκὸν γένηται, καὶ ἔστι τὸ τοιοῦτον ἄκοπον. ἡ δὲ ῥίζα πρὸς συνουσίαν παρορμᾷ. φύεται δὲ ἐν ἑλώδεσι τόποις.