Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
hollín de pez | lígnys píssēs λίγνυς πίσσης |
- | 1.72.4 |
οβ (72)
περὶ λιγνύος πίσσης·
<γ>ίνεται δὲ καὶ λιγνὺς ἐκ τῆς ὑγρᾶς πίσσης οὕτω· εἰς λύχνον καινὸν ἐλλυχνιασμένον <ἀπο>δούς τι τῆς πίσ-
σης ἅψον καὶ πωμάσας τὸν λύχνον καινῷ ἀγγείῳ κεραμεῷ κλιβανοειδεῖ, ἄνωθεν μὲν
περιφερεῖ καὶ στενῷ, κάτωθεν δὲ τρῦμα [1] ἔχοντι, καθάπερ οἱ κλίβανοι, ἔα καίεσθαι· ὅταν δὲ
ἀναλωθῇ τὸ πρῶτον ὑγρόν, ἄλλο ἐπίχεε, ἕως ἂν αἰθαλώσῃς λιγνὺν αὐτάρκη, καὶ χρῶ. δύ-
ναμιν δὲ ἔχει δριμεῖαν καὶ στυπτικήν. χρηστέον δὲ αὐτῇ εἰς [τὰ] καλλιβλέφαρα καὶ περίχριστα
καὶ ὅπου μεμυδηκότα βλέφαρα τριχοφυῆσαι δεῖ, καὶ πρὸς ἀσθενέστερα καὶ μὴ δακρυρ-
ροοῦντα, ἔτι δὲ ἑλκώδη ὄμματα χρήσιμος.