Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
érinos gr. | érinos (ekhînos) ἔρινος (ἐχῖνος) |
No Identificada |
4.141desplazado |
φα (501)
Texto provisional
ἐχῖνος· [οἱ δὲ ὠκιμοειδές, οἱ δὲ ὑδρηρόν, Ῥωμαῖοι ὤκιμουμ ἀκουάτικουμ, οἱ δὲ μινῶρεμ.] φύεται παρὰ ποταμοῖς καὶ κρήναις. φύλλα δὲ ἔχει ὠκίμῳ ὅμοια, μικρότερα δὲ καὶ ἐπεσχισμένα ἐκ τῶν ἄνωθεν μερῶν, κλωνία δὲ πέντε ἢ ἕξ, σπιθαμιαῖα, ἄνθη λευκά, καρπὸν δὲ μέλανα, μικρόν, στρυφνόν· ὀποῦ δὲ μεστός ἐστιν ὁ καυλός τε καὶ τὰ πέταλα. τούτου ὁ καρπὸς δραχμῶν δυεῖν πλῆθος μιγεὶς πρὸς μέλιτος <πλῆθος> δραχμῶν τεσσάρων ἐγχριόμενος ῥεύματα ὀφθαλμῶν ἵστησιν. ὁ δὲ χυλὸς ὠτὸς πόνον παύει μετὰ θείου ἀπύρου καὶ νίτρου ἐνσταζόμενος.