Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
mercurial perenne | kynía (kynéa) κυνία (κυνέα) |
Mercurialis perennis L. |
4.190RV |
χξγ (663)
Texto provisional
[κυνέα ἢ κυνοκράμβη· οἱ δὲ λινόζωστις ἀγρία ἄρρην, Ἄφροι ἁρμάς, οἱ δὲ ἀσουμέσλαβον. καυλὸν ἀνίησι δισπιθαμιαῖον, τρυφερόν, ὑπόλευκον, φύλλα ἐμφερῆ λινοζώστει ἢ κισσῷ, ὑπόλευκα ἐκ διαστημάτων, τὸν δὲ καρπὸν πρὸς τοῖς πετάλοις
μικρόν, στρογγύλον προσκείμενον. δύναμιν δὲ ἔχει ὅ τε καυλὸς καὶ τὰ φύλλα πινόμενα κοιλίας κινητικὴν λαχανευόμενα, καθεψομένων τε τὸ ὕδωρ ἄγει χολὴν καὶ ὑδατώδη.]