Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
papiro | pápyros πάπυρος |
Cyperus papyrus L. |
1.86 |
πϚ (86)
περὶ παπύρου· πάπυρος γνώριμος πᾶσιν, ἀφ᾽ ἧς
ὁ χάρτης κατασκευάζεται, ευχρηστεῖ [1] δὲ πρὸς [2] τὴν ἰατρικὴν χρῆσιν, πρὸς ἀναστόμωσιν
συρίγγων σκευασθεῖσα διάβροχος περιειλουμένου λίνου ἄχρι ξηρασίας· στεγνουμένη γὰρ
καὶ καθιεμένη ἐμπίπλαται ὑγρασίας καὶ ἐξοιδοῦσα διανοίγει τὰς σύριγγας. ἔχει δέ
τι ἡ ῥίζα αὐτῆς καὶ τρόφιμον· διαμασώμενοι γοῦν αὐτὴν οἱ ἐν αἰγύπτῳ ἀποχυλί-
ζουσιν ἐκπτύοντες τὸ διαμάσημα, χρῶνται δὲ καὶ ἀντὶ ξύλων αὐταῖς. ἡ δὲ κεκαυμέ-
νη πάπυρος ἄχρι τεφρώσεως δύναται νομὰς ἐπέχειν τὰς ἐν στόματι καὶ παντὶ μέρει·
βέλτιον δὲ ὁ χάρτης καεὶς δρᾷ τὸ τοιοῦτον.