Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
mēdion gr. | Mēdion μήδιον |
Campanula lingulata L. |
4.18 |
υϟα (491)
Texto provisional
μήδιον· [οἱ δὲ Μηδική, οἱ δὲ τρίφυλλον, οἱ δὲ κλημάτιον, οἱ δὲ ὀσμ<ηρ>ός, οἱ δὲ τρίγωνος, οἱ δὲ Κυβέλιον, οἱ δὲ πολύφυλλον, Ῥωμαῖοι τριφόλλιουμ ὀδοράτουμ, Αἰγύπτιοι ἐπαθού.] φύεται ἐν παλισκίοις τόποις καὶ πετρώδεσι. φύλλα <δὲ> σέριδι ὅμοια, καυλὸς τρίπηχυς, ἄνθη πορφυροειδῆ, μεγάλα καὶ περιφερῆ, καρπὸς μικρός, ἐοικὼς κνήκῳ, ῥίζα σπιθαμιαία, βακτηρίας ἔχουσα πάχος, στρυφνὴ γευομένῳ, ἥτις ξηρὰ λεία ἐκλειχθεῖσα σὺν μέλιτι ἐφ᾽ ἱκανὰς ἡμέρας ῥοῦν τὸν ἐρυθρὸν ἵστησι. τὸ δὲ σπέρμα σὺν οἴνῳ ποθὲν ἔμμηνα ἄγει.