Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
tártago | lathyrís λαθυρίς |
Euphorbia lathyris L. |
4.166 |
χλθ (639)
Texto provisional
λαθυρίς· καταριθμοῦνταί τινες καὶ ταύτην ἐν τοῖς τιθυμάλλοις. καυλὸν δὲ ἀνίησι πήχεως τὸ ὕψος, κενόν, πάχος δακτύλου, ἐπ᾽ ἄκρου δὲ αὐτοῦ μασχάλαι· φύλλα δὲ τὰ μὲν ἐπὶ τοῦ καυλοῦ ἐπιμήκη, ὅμοια τοῖς τῆς ἀμυγδαλῆς, πλατύτερα δὲ καὶ λειότερα, τὰ δὲ ἐπ᾽ ἄκρων τῶν κλωνίων μικρότερα ὥσπερ τῆς ἐπιμήκους ἀριστολοχείας ἢ κισσοῦ. {2} καρπὸν δὲ ἔχει ἐπ᾽ ἄκρων τῶν κλάδων τρίχωρον, περιφερῆ, ὥσπερ κάππαριν, ἐν ᾧ τρία σπερμάτια διειργόμενα ἐλύτροις ἀπ᾽ ἀλλήλων, περιφερῆ, μείζονα ὀρόβων, λεπισθέντα δὲ λευκὰ καὶ γλυκέα ἐν τῇ γεύσει· ῥίζα λεπτή, ἄχρηστος. ὅλος δὲ ὁ θάμνος ὀποῦ μεστὸς ὥσπερ τιθύμαλλος. δύναμιν δὲ ἔχει καθαρτικὴν κοιλίας τὰ σπέρματα ὅσον ἑπτὰ ἢ ὀκτὼ τὸν ἀριθμὸν λαμβανόμενα ἐν καταποτίῳ ἢ ἐσθιόμενα καὶ πινόμενα ὕδατος ἐπιρροφουμένου ψυχροῦ· ἄγει δὲ φλέγμα, χολήν, ὕδωρ. καὶ ὁ ὀπὸς δὲ ἀναλημφθεὶς ὥσπερ ὁ τοῦ τιθυμάλλου τὸ αὐτὸ ποιεῖ· συνέψεται δὲ καὶ ὄρνιθι ἢ λαχάνοις τὰ φύλλα πρὸς τὴν αὐτὴν ἐνέργειαν.