Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
polipodio | polypódion πολυπόδιον |
Polypodium vulgare L. |
4.186 |
χνθ (659)
Texto provisional
πολυπόδιον· [οἱ δὲ σκολοπένδριον, οἱ δὲ πτέρις, οἱ δὲ πολύρριζον, Ῥωμαῖοι φιλίκουλα λουκιτάλις.] φύεται ἐν πέτραις βρύα ἐχούσαις καὶ ἐν τοῖς γερανδρύοις πρέμνοις ἐπὶ τῶν βρύων, σπιθαμῆς ἔχον ὕψος, ὅμοιον πτέριδι, ὑπόδασυ, ἐντετμημένον, οὐ μὴν οὕτως γε λεπτοσχιδῶς. ῥίζα δ᾽ ὕπεστι δασεῖα, πλεκτάνας ὥσπερ πολύπους ἔχουσα, πάχος μικροῦ δακτύλου, ξυσθεῖσα δὲ ἔνδοθεν χλωρά, στρυφνὴ κατὰ τὴν γεῦσιν καὶ ὑπόγλυκυς, δύναμιν ἔχουσα καθαρτικήν. δίδοται δὲ συγκαθεψομένη ὄρνιθι ἢ ἰχθύσιν ἢ τεύτλῳ ἢ μολόχῃ. ξηρὰ δὲ ἐπιπασσομένη μελικράτῳ ἄγει φλέγμα καὶ χολήν. ποιεῖ καὶ πρὸς στρέμματα ἡ ῥίζα λεία καταπλασθεῖσα καὶ πρὸς ῥαγάδας τὰς ἐν μεσοδακτύλοις.