Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
ébano | ébenos ἕβενος |
Diospyros ebenum Koenig |
1.98 |
ϟη (98)
περὶ ἐβένου· ἔβενος κρα-
τίστη ἡ αἰθιοπική, μέλαινα καὶ μὴ ἔχουσα κτηδόνας, ἐμφερὴς κέρατι εἰργασμένῳ τῇ
λειότητι, θλασθεῖσα δὲ πυκνή, δηκτικὴ ἐν τῇ γεύσει καὶ ὑποστύφουσα, τεθεῖσά τε ἐπ᾽
ἀνθράκων μετ᾽ εὐωδίας καὶ δίχα καπνοῦ [ἐκ]θυμιωμένη. ἡ δὲ πρόσφατος διὰ τὴν λιπαρίαν
<καὶ> ἀνάπτεται πυρὶ προσαφθεῖσα, τριφθεῖσα δὲ ἐπ᾽ ἀκόνης ὑπόκιρρος γίνεται. ἔστι δέ τις καὶ
ἰνδική, ἔχουσα διαφύσεις λευκὰς καὶ κιρρὰς καὶ σπίλους ὁμοίως πυκνούς, πλὴν βελτίων ἡ
πρώτη. ἔνιοι δὲ τὰ σησάμινα ἢ ἀκάνθινα ξύλα [1], ἐμφερῆ ὄντα, ἀντὶ ἐβένου πωλοῦσι·
διαγινώσκεται δὲ ἐκ τοῦ χαῦνά τε εἶναι καὶ κατὰ σχίδακας μικρὰς ἀπολύεσθαι ἐμπορφύ-
ρους τῷ χρώματι, μηδὲν δὲ δηκτικὸν ἔχειν ἐν τῇ γεύσει ἢ ἐν τῇ θυμιάσει εὐῶδες. {2} δύναμιν δὲ
ἔχει σμηκτικὴν τῶν ἐπισκοτούντων ταῖς κόραις, ἀνδρικῶς δὲ ποιεῖ καὶ πρὸς τὰ παλαιὰ
ῥεύματα καὶ φλυκτίδας. εἰ δέ τις ποιήσας ἐξ αὐτῆς ἀκόνιον χρῷτο εἰς τὰ κολλύρια, βέλ-
τιον ἐνεργήσει. κατεργάζεται δὲ εἰς τὰ ὀφθαλμικὰ τῶν τορνευμάτων ἢ ῥινημάτων βρεχομέ-
νων ἐν οἴνῳ χίῳ ἡμέραν καὶ νύκτα, εἶτα λειουμένων ἐπιμελῶς καὶ εἰς κολλύρια ἀναπλασ-
σομένων. ἔνιοι δὲ προτρίψαντες διασήθουσιν αὐτά [2], εἶθ᾽ οὕτω τὰ λοιπὰ ποιοῦσι, τινὲς δὲ ἀντὶ
τοῦ οἴνου ὕδατι χρῶνται. καίεται δὲ ἐν ὠμῇ χύτρᾳ, ἕως ἂν ἀνθρακωθῇ, καὶ πλύνεται ὡς ὁ κε-
καυμένος μόλιβδος. ἁρμόζει δὲ τὸ τοιοῦτον [3] πρὸς [4] ξηροφθαλμίας.