Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
vino de membrillo | oînos kydonítēs οἴνος κυδωνίτης |
- | 5.20 |
χπϚ (686)
Texto provisional
ὁ μὲν οὖν κυδωνίτης, ὃν ἔνιοι μηλίτην καλοῦσι, σκευάζεται οὕτως· μήλων κυδωνίων ἐξελὼν τὸ σπέρμα καὶ τεμὼν ὡς γογγυλίδα, εἰς μετρητὴν γλεύκους χάλασον μνᾶς ιβ πρὸς ἡμέρας λ, εἶτα διυλίσας ἀπόθου. σκευάζεται δὲ καὶ ἄλλως· δεῖ ἐκθλίψαντας μετὰ τὸ κόψαι τὰ κυδώνια τοῦ χυλοῦ μεῖξαι τοῖς ιβ ξέσταις ξέστην ἕνα μέλιτος καὶ ἀποτίθεσθαι. ἔστι δὲ στυπτικός, εὐστόμαχος, δυσεντερίαις ἁρμόζων, ἡπατικοῖς, νεφριτικοῖς, δυσουροῦσιν.