Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
hierba de la segur | hēdýsaron ἡδύσαρον |
Coronilla securidaca L. |
3.130 |
υμϚ (446)
Texto provisional
ἡδύσαρον τὸ ὑπὸ τῶν μυρεψῶν καλούμενον πελεκῖνος· θάμνος ἐστὶ φυλλάρια ἔχων ἐρεβίνθῳ ὅμοια, λοβοὺς δὲ κερατίοις ἐοικότας, ἐν οἷς τὸ σπέρμα πυρρόν, ὅμοιον πελέκει ἀμφιστόμῳ, ὅθεν καὶ ὠνόμασται, πικρὸν γευσαμένῳ, εὐστόμαχον ποθέν· μείγνυται δὲ καὶ ἀντιδότοις. σὺν μέλιτι δὲ προστεθὲν πρὸ τῆς μείξεως ἀτόκιον εἶναι δοκεῖ. φύεται δὲ ἐν κριθαῖς καὶ πυροῖς.