Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
ladierna | phillyréa (philýra) φιλλυρέα (φιλύρα) |
Phillyrea L. |
1.96 |
ϟϚ (96)
περὶ φιλλυρέ<ας>· φιλλυρέα [1] δένδρον ἐστὶν ὅμοιον κύ-
πρῳ κατὰ μέγεθος, φύλλα δὲ ἐλαίας ὅμοια, πλατύτερα δὲ καὶ μελάντερα. καρπὸν δὲ ἔχει σχίνῳ
ἐμφερῆ, μέλανα, ὑπόγλυκυν, ὡς ἐν βότρυσι κείμενον. ἐν τραχέσι δὲ τόποις γεννᾶται. ταύτης
τὰ φύλλα στύφει ὡς ἀγριελαία, ποιοῦντα πρὸς τὰ στύψεως δεόμενα, μάλιστα τοῖς ἐνστομίοις
ἕλκεσι διαμάσημα καὶ διάκλυσμα τὸ ἀφέψημα, καὶ πινόμενον δὲ οὖρα καὶ ἔμμηνα
ἄγει.