Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
bákkharis gr. | bákkharis βάκχαρις |
Helichrysum sanguineum Boiss. |
3.44 |
τνη (358)
Texto provisional
βάκχαρις· βοτάνη ἐστὶν εὐώδης, στεφανωματική, ἧς τὰ φύλλα τραχέα, μέγεθος ἔχοντα μεταξὺ ἴου καὶ φλόμου· καυλὸς δὲ γωνιώδης, πήχεως τὸ ὕψος, ὑπότραχυς, ἔχων παραφυάδας, ἄνθη δὲ ἐμπόρφυρα, ὑπόλευκα, εὐώδη, ῥίζαι δὲ ὅμοιαι ταῖς τοῦ μέλανος ἐλλεβόρου, ἐοικυῖαι τῇ ὀσμῇ κινναμώμῳ. φιλεῖ δὲ τραχέα χωρία καὶ ἄνικμα. ταύτης ἡ ῥίζα ἑψηθεῖσα ἐν ὕδατι βοηθεῖ σπάσμασι, πτώμασι, ῥήγμασι, δυσπνοίαις, βηχὶ χρονίᾳ, δυσουρίᾳ· ἄγει δὲ καὶ ἔμμηνα καὶ θηριοδήκτοις χρησίμως σὺν οἴνῳ δίδοται. {2} προστεθεῖσα δὲ μία τῶν ῥιζῶν ἁπαλῶν ἕλκει ἔμβρυα, ταῖς τε λοχοῖς εἰς ἐγκάθισμα τὸ ἀφέψημα αὐτῆς ἁρμόζει καὶ εἰς διαπάσματα χρησιμεύει ἱκανὴν ἔχουσα τὴν εὐωδίαν. τὰ δὲ φύλλα στυπτικὰ ὄντα καταπλασσόμενα ὠφελεῖ κεφαλαλγίαν καὶ ὀφθαλμῶν φλεγμονὰς καὶ αἰγίλωπα ἀρχόμενον καὶ μαστοὺς ἐκ τοκετῶν φλεγμαίνοντας καὶ ἐρυσιπέλατα· ἔστι δὲ καὶ ὑπνοποιὸς ἡ ὀσμή.