Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
salamandra | salamándra σαλαμάνδρα |
Salamandra vulgaris |
2.62 |
ρϟα (191)
περὶ σαλαμάνδρας·
σαλαμάνδρα εἶδός ἐστι σαύρας [ἔστι δὲ] νωχελές, ποικίλον, μάτην πιστευθὲν μὴ καίεσθαι. δύ-
ναμιν δὲ ἔχει σηπτικήν, ἑλκωτικήν, θερμαντικήν. μίγνυται δὲ σηπταῖς [1] καὶ λεπρικαῖς, ὡς
ἡ κανθαρίς, καὶ ἀποτίθεται ὁμοίως. ψιλοῖ δὲ καὶ τρίχας <συν>τακεῖσα μετ' ἐλαίου [2]· φυλάσ-
σεται δὲ [3] ἐν μέλιτι ἐξεντερισθεῖσα τῶν ποδῶν καὶ τῆς κεφαλῆς ἀφαιρεθέντων εἰς τὴν αὐτὴν χρῆσιν.