Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
zumo purgante de pepinillo | elatērion ἐλατήριον |
Ecballium elaterium (L.) A. Richard |
4.150.3 |
fol. fol.
fol. fol.
χκϚ (626)
Texto provisional
<περὶ ἐλατηρίου·> τὸ δὲ λεγόμενον ἐλατήριον ἐκ τοῦ καρποῦ τῶν σικύων σκευάζεται
τὸν τρόπον τοῦτον· τοὺς ἅμα τῷ ἅψασθαι ἀποπηδῶντας σικύους ἐκλέγων [1] ἀποτίθεσο,
ἐῶν μίαν νύκτα· τῇ δὲ ὑστεραίᾳ ἐπὶ κρατηρίας κόσκινον μὴ πυκνὸν ἐπίθες καὶ μαχαίριον ὕπτιον
fol. fol.
ἁρμόσας, τὴν ἀκμὴν ἄνω ἔχον, λαμβάνων ἀμφοτέραις ταῖς χερσὶ καθ᾽ ἕνα τῶν σικύων διαίρει καὶ ἔκθλιβε τὸ ὑγρὸν εἰς τὴν ὑποκειμένην κρατηρίαν, προσεπεκθλίβων τὸ ἐν αὐτῷ σαρκῶδες, ὃ δὴ καὶ τῷ κοσκίνῳ προσπίπτει, ἵνα καὶ αὐτὸ διεκπίπτῃ, καὶ εἰς παρακειμένην λεκάνην τὰ ἐκθλιβόμενα τῶν σικύων βάλλε· {4} σωρεύσας δὲ ἐπὶ τοῦ κοσκίνου τὰ τεθλιμμένα ὕδατί τε γλυκεῖ περιχέας καὶ ἀποπιέσας, ταῦτα μὲν ῥῖπτε, ταράξας δὲ τὸ ἐν τῇ κρατηρίᾳ ὑγρὸν καὶ περικαλύψας ὀθονίῳ τίθει ἐν ἡλίῳ καὶ ὅταν ὑποστῇ, πᾶν τὸ ἐπινηχόμενον ὕδωρ μετὰ τοῦ ἐπιπάγου ἀπόχει, τὸ αὐτό τε ποίει πολλάκις, ἄχρι οὗ ἂν καταστῇ τὸ ἐφιστάμενον ὕδωρ, ὅπερ ἐκστραγγίσας ἐπιμελῶς, τὴν ὑποστάθμην βαλὼν εἰς θυΐαν, λέαινε καὶ ἀνάπλασσε τροχίσκους. ἔνιοι δὲ πρὸς τὸ ταχέως ἀνικμασθῆναι τὸ ὑγρὸν τέφραν σεσησμένην ἐπὶ γῆς καταστρώσαντες καὶ κοιλάναντες τὸ μέσον, ὀθόνιον τριπλοῦν ἐπιτείναντες, κατ᾽ αὐτοῦ τὸ ἐλατήριον σὺν τῇ ἰκμάδι ἐπιχέουσιν, ἀναξηρανθὲν δὲ ἐν θυΐᾳ λεαίνουσιν, ὡς προείρηται. {5} ἔνιοι δὲ ἀντὶ τοῦ ὕδατος θάλατταν παραχέοντες πλύνουσιν, οἱ δὲ τῇ τελευταίᾳ πλύσει μελίκρατον παραχέουσι. δοκεῖ δὲ κάλλιστον εἶναι τὸ μετὰ τοῦ λευκοῦ ἡσυχῆ ἔνικμον, λεῖον, κοῦφον, πικρότατον τῇ γεύσει καὶ προσαχθὲν λύχνῳ εὐκαές· τὸ μέντοι πρασίζον καὶ τραχὺ καὶ θολερὸν τῇ ὄψει, γέμον βορβόρου καὶ τέφρας, βαρύ τέ ἐστι καὶ φαῦλον· ἔνιοι δὲ καὶ τὸν χυλὸν τοῦ σικύου μειγνύουσιν, οἱ δὲ καὶ ἄμυλον πρὸς τὸ μιμήσασθαι αὐτοῦ τὸ λευκὸν καὶ κοῦφον. εἰς μέντοι τὰ καθαρτικὰ τὸ διετὲς ἁρμόδιον ἄχρι δέκα ἐτῶν· ἡ δὲ τελεία δόσις ὀβολὸς εἷς, ἐλαχίστη δὲ ἡμιωβόλιον, παιδίοις δὲ δίχαλκον· πλεῖον γὰρ δοθὲν κινδύνους ἐπιφέρει. {6} κινεῖ δὲ τὴν ἄνω καὶ τὴν κάτω κάθαρσιν, ἄγον φλέγμα καὶ χολήν· ἀρίστη δὲ τοῖς δυσπνοοῦσιν ἡ δι᾽ αὐτοῦ κάθαρσις. εἰ μὲν οὖν θέλοις κατὰ κοιλίαν καθαίρειν, διπλάσιον ἁλῶν παραμείξας καὶ στίβεως, ὅσον χρῶσαι, δι᾽ ὕδατος ὀροβιαῖα καταπότια δίδου, ἐπιρροφείτω δὲ χλιαροῦ ὕδατος κύαθον ἕνα. εἰς δ᾽ ἔμετον δι᾽ ὕδατος ἀνεὶς πτερῷ τοὺς ὑπὸ τὴν γλῶτταν διάχριε τόπους ὡς ὅτι ἐσωτάτω· εἰ δὲ δυσεμὴς εἴη, ἐλαίῳ ἢ ἰρίνῳ μύρῳ διείς, κώλυε δὲ κοιμᾶσθαι. {7} τοῖς δὲ ὑπερκαθαιρομένοις συνεχῶς προσφέρειν δεῖ οἰνέλαιον· ἐμοῦντες γὰρ ἀποκαθίστανται. μὴ παυομένων δὲ τῶν ἐμέτων, ὕδωρ ψυχρὸν καὶ ἄλφιτον καὶ ὀξύκρατον καὶ ὀπώραν καὶ ὅσα δύναται τὸν στόμαχον πυκνῶσαι προσενεκτέον. κινεῖ δὲ τὸ ἐλατήριον καὶ ἔμμηνα, καὶ ἔμβρυα κτείνει ἐν προσθέτῳ, ἐγχυθέν τε μετὰ γάλακτος εἰς τοὺς ῥώθωνας ἴκτερον καθαίρει καὶ κεφαλαλ-
fol. fol.
γίας τὰς χρονίους ἀπαλλάττει, συναγχικοῖς τε διάχρισμα πρακτικὸν μετ᾽ ἐλαίου παλαιοῦ ἢ μέλιτος ἢ χολῆς ταύρου.