Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
espuela de caballero | delphínion δελφίνιον |
Consolida ajacis (L.) Schur. |
3.73RV |
fol. fol.
τπθ (389)
Texto provisional
[<περὶ δελφινίου· δ>ελφίνιον· οἱ δὲ διάχυτος, οἱ δὲ διάχυσις, οἱ δὲ παράλυσις,
fol. fol.
οἱ δὲ κάμμαρος, οἱ δὲ ὑάκινθος, οἱ δὲ ὕφαιμον, οἱ δὲ ἄρας, οἱ δὲ δελφινιάς, οἱ δὲ Νήρειον, οἱ δὲ Νηρειάδιον, οἱ δὲ σώσανδρον, οἱ δὲ Κρόνιον, Ῥωμαῖοι βουκίνους μίνορ. κλῶνας ἀνίησι δισπιθαμιαίους ἢ καὶ μείζονας ἀπὸ μιᾶς ῥίζης, περὶ οὓς φυλλάρια ἐπεσχισμένα, λεπτά, ἐπιμήκη, δελφινοειδῆ, ὅθεν καὶ ὠνόμασται· ἄνθος δὲ ὅμοιον λευκοΐῳ, ἐμπόρφυρον, σπέρμα ἐν λοβοῖς κέγχρῳ ἐμφερές. τούτου τὸ σπέρμα βοηθεῖ ποθὲν σὺν οἴνῳ σκορπιοπλήκτοις ὡς οὐδὲν ἕτερον· φασὶ δὲ καὶ τοὺς σκορπίους παρατεθείσης τῆς πόας παραλύεσθαι ἀπράκτους τε καὶ ναρκώδεις γίνεσθαι, ὑφαιρουμένης δὲ εἰς τὸ αὐτὸ καθεστάναι. φύεται ἐν τραχέσιν καὶ εὐηλίοις χωρίοις.]