Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
lana quemada | éria kekauména ἕρια κεκαυμένα |
- | 2.73.1 |
fol. fol.
περὶ ἐρίων κεκαυμένων· τὰ δὲ κεκαυ-
μένα ἔρια δύναμιν ἔχει [1] ἐσχαρωτικήν, ὑπερσαρκωμάτων σταλτικήν, ἀπουλωτικὴν ἑλ-
κῶν. καίεται δὲ καθαρὰ διαξανθέντα ἐν ὠμῇ χύτρᾳ ὥσπερ τὰ λοιπά· τὸν δ᾽ αὐτὸν τρόπον
καὶ κροκύδες καίονται θαλασσίας πορφύρας. τινὲς δὲ σὺν τῷ ῥύπῳ διαξάναντες <τὰ> ἔρια καὶ μέ-
λιτι δεύσαντες {2} καίουσιν ὡσαύτως. ἄλλοι δὲ διαθέντες ὀβελίσκους ἐπὶ πλατυστόμου κεραμεοῦ
ἀγγείου [2], διεστῶτας <ἀπ᾽> [3] ἀλλήλων, καὶ ἐπιθέντες σχίδακας δᾳδίων ἰσχνὰς καὶ ἐπάνω θέντες
τὰ ἔρια διεξασμένα καὶ βεβρεγμένα ἐλαίῳ οὕτως ὥστε μὴ ἀποστάζειν, καὶ πάλιν
σχίδακας καὶ ἔρια ἐναλλὰξ ἐπιτιθέντες, κούφως ἐκ τῶν δᾳδίων [4] ὑπορρεῖ συναναιροῦνται
καὶ ἀποτίθενται. πλύνεται δὲ εἰς τὰ ὀφθαλμικὰ ἐν κεραμεῷ κρατῆρι ὕδατος ἐπιχεο-
μένου καὶ ταρασσομένου εὐτόνως ταῖς χερσί, καὶ μετὰ τὸ ἀποκαταστῆναι ἀποχεομένου τοῦ
fol. fol.
ὑγροῦ καὶ ἄλλου ἐπιχεομένου καὶ πάλιν ἀναταρασσομένου, καὶ τοῦτο γίνεται, ἄχρις ἂν προ-
σαγόμενον τῇ γλώττῃ μὴ δάκνῃ, ποσῶς δὲ στύφῃ.