Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
viborera | ékhion ἔχιον |
Echium plantagineum L. |
4.27 |
υϟθ (499)
Texto provisional
ἔχιον· οἱ δὲ Δωρίδα, ἔνιοι καὶ ταύτην Ἀλκιβιάδειον καλοῦσι. τὰ μὲν φύλλα ἔχει προμήκη, τραχέα, ὑπόλεπτα, πρὸς τὰ τῆς ἀγχούσης, ἥττονα δὲ καὶ λιπαρά, ἀκάνθια λεπτὰ ἐπικείμενα, ἃ καὶ δασύνει τὰ φύλλα· καυλία δὲ λεπτά, πολλά, ἑκατέρωθεν φυλλάρια <ἔχοντα> λεπτά, τεταρσωμένα, ἐλάττονα δὲ πρὸς λόγον τὰ ἐπ᾽ ἄκρου τοῦ καυλοῦ, τὰ δ᾽ ἄνθη παρὰ τὰ φύλλα πορφυροειδῆ, ἐν οἷς ἐστιν ὁ καρπὸς ἔχεως κεφαλῇ ὅμοιος· ῥίζα δὲ λεπτοτέρα δακτύλου, ὑπομέλαινα, ἥτις οὐ μόνον τοῖς δηχθεῖσιν ὑπὸ ἑρπετῶν βοηθεῖ ποθεῖσα μετ᾽ οἴνου ἀλλὰ καὶ τοὺς προπιόντας ἀδήκτους τηρεῖ, ὁμοίως δὲ καὶ τὰ φύλλα καὶ ὁ καρπός· παύει δὲ καὶ ὀσφύος ἄλγημα καὶ γάλα κατασπᾷ μετ᾽ οἴνου ἢ ῥοφήματος λημφθεῖσα.